Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 19

313 Ἀγρίππας δὲ ὁ βασιλεὺς ἀφείλετο μὲν τὴν ἀρχιερωσύνην τὸν Κανθηρᾶν Σίμωνα, Ἰωνάθην δὲ πάλιν ἐπʼ αὐτὴν ἦγεν τὸν Ἀνάνου τοῦτον ἀξιώτερον τῆς τιμῆς ὁμολογῶν εἶναι. τῷ δὲ οὐκ ἀσμενιστὸν ἐφάνη τὴν τοσαύτην ἀπολαβεῖν τιμήν, παρῃτεῖτο δʼ οὖν ταῦτα λέγων·
314 σοὶ μέν, ὦ βασιλεῦ, τετιμημένος χαίρω διὰ ψυχῆς ἔχων τοῦθʼ ὅ μοι γέρας δίδωσιν ἡ σὴ βουλὴ, καὶ πρὸς οὐδέν με τῆς ἀρχιερωσύνης ἄξιον ἔκρινεν ὁ θεός. ἅπαξ δʼ ἐνδὺς στολισμὸν ἱερὸν ἀρκοῦμαι· τότε γὰρ αὐτὸν ἠμφιασάμην ὁσιώτερον ἢ νῦν ἀπολήψομαι.
315 σὺ δʼ, εἰ βούλει τὸν ἀξιώτερον ἐμοῦ νῦν τὸ γέρας λαβεῖν, διδάχθητι· πάσης καὶ πρὸς τὸν θεὸν ἁμαρτίας καὶ πρὸς σέ, βασιλεῦ, καθαρὸς ἀδελφὸς ἔστι μοι· πρέποντα τῇ τιμῇ τοῦτον συνίστημι.
316 τούτοις ὁ βασιλεὺς ἡσθεὶς τοῖς λόγοις τὸν Ἰωνάθην μὲν ἠγάσατο τῆς γνώμης, τἀδελφῷ δὲ αὐτοῦ Ματθίᾳ τὴν ἱερωσύνην ἔδωκε. καὶ μετʼ οὐ πολὺ Πετρώνιον μὲν Μάρσος διεδέξατο καὶ διεῖπε Συρίαν.
317 Σίλας δʼ ὁ τοῦ βασιλέως ἔπαρχος ἐπεὶ διὰ πάσης αὐτῷ τύχης ἐγεγόνει πιστὸς οὐδένα κίνδυνόν ποτε κοινωνεῖν ἀνηνάμενος, ἀλλὰ καὶ τοὺς σφαλερωτάτους ὑποδὺς πολλάκις πόνους, πεποιθήσεως ἦν ἀνάπλεως, προσήκειν ὑπολαμβάνων ἰσοτιμίαν βεβαιότητι φιλίας.
318 οὐδαμῆ τοίνυν ὑποκατεκλίνετο βασιλεῖ, παρρησίαν δὲ διὰ πάσης ὁμιλίας ἦγεν, κἀν ταῖς φιλοφρονήσεσιν ἐγίνετο φορτικὸς σεμνύνων ἑαυτὸν ἀμέτρως καὶ πολλάκις τῷ βασιλεῖ τὰ στυγνὰ τῆς τύχης ἄγων εἰς ἀνάμνησιν, ἵνα τὴν ἑαυτοῦ τότε σπουδὴν παραδεικνύῃ, συνεχῶς δʼ ἦν, ὡς ὑπὲρ αὐτοῦ κάμοι, πολλὰ διεξιών.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme