Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 19

300 παντάπασιν δὲ ὀλίγου χρόνου διελθόντος Δωρῖται νεανίσκοι τῆς ὁσιότητος προτιθέμενοι τόλμαν καὶ πεφυκότες εἶναι παραβόλως θρασεῖς Καίσαρος ἀνδριάντα κομίσαντες εἰς τὴν τῶν Ἰουδαίων συναγωγὴν ἀνέστησαν.
301 σφόδρα τοῦτο Ἀγρίππαν παρώξυνεν· κατάλυσιν γὰρ τῶν πατρίων αὐτοῦ νόμων ἐδύνατο. ἀμελλητὶ δὲ πρὸς Πούπλιον Πετρώνιον, ἡγεμὼν δὲ τῆς Συρίας οὗτος ἦν, παραγίνεται καὶ καταλέγει τῶν Δωριτῶν.
302 ὁ δʼ οὐχ ἧττον ἐπὶ τῷ πραχθέντι χαλεπήνας, καὶ γὰρ αὐτὸς ἔκρινεν ἀσέβειαν τὴν τῶν ἐννόμων παράβασιν, τοῖς ἀποστᾶσι τῶν Δωριτῶν σὺν ὀργῇ ταῦτʼ ἔγραψεν·
303 Πούπλιος Πετρώνιος πρεσβευτὴς Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Δωριέων τοῖς πρώτοις λέγει.
304 ἐπειδὴ τοσαύτῃ τόλμῃ ἀπονοίας τινὲς ἐχρήσαντο ἐξ ὑμῶν, ὥστε μηδὲ διὰ τὸ προτεθῆναι διάταγμα Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ περὶ τοῦ ἐφίεσθαι Ἰουδαίους φυλάσσειν τὰ πάτρια πεισθῆναι ὑμᾶς αὐτῷ,
305 τἀναντία δὲ πάντα πρᾶξαι, συναγωγὴν Ἰουδαίων κωλύοντας εἶναι διὰ τὸ μεταθεῖναι ἐν αὐτῇ τὸν Καίσαρος ἀνδριάντα, παρανομοῦντας οὐκ εἰς μόνους Ἰουδαίους, ἀλλὰ καὶ εἰς τὸν αὐτοκράτορα, οὗ ὁ ἀνδριὰς βέλτιον ἐν τῷ ἰδίῳ ναῷ ἢ ἐν ἀλλοτρίῳ ἐτίθετο καὶ ταῦτα ἐν τῷ τῆς συναγωγῆς τόπῳ, τοῦ φύσει δικαιοῦντος ἕνα ἕκαστον τῶν ἰδίων τόπων κυριεύειν κατὰ τὸ Καίσαρος ἐπίκριμα·
306 τοῦ γὰρ ἐμοῦ ἐπικρίματος μιμνήσκεσθαι γελοῖόν ἐστιν μετὰ τὸ τοῦ αὐτοκράτορος διάταγμα τοῦ ἐπιτρέψαντος Ἰουδαίοις τοῖς ἰδίοις ἔθεσι χρῆσθαι, ἔτι μέντοι γε καὶ συμπολιτεύεσθαι τοῖς Ἕλλησιν κεκελευκότος·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme