Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 19

251 οὐ μὴν ἀλλʼ ἦσαν οἱ ἐφιέμενοι γένους τε ἀξιώματι καὶ οἰκειότησιν γάμου· καὶ γὰρ Μινουκιανὸς Μᾶρκον καὶ τὸ καθʼ αὑτὸν γενναιότητι ἀξιόλογον ὄντα καὶ δὴ ἀδελφὴν Γαΐου γεγαμηκότα Ἰουλίαν, πρόθυμός τε ἦν ἀντιποιεῖσθαι τῶν πραγμάτων, κατεῖχον δὲ οἱ ὕπατοι πρόφασιν ἐκ προφάσεως ἀναρτῶντες.
252 Οὐαλέριον δὲ Ἀσιατικὸν Μινουκιανὸς ἐκ τῶν Γαΐου σφαγέων ἀνεῖχε τοιούτων διανοιῶν. ἐγεγόνει δʼ ἂν φόνος οὔ τινος ἐλάσσων ἐπιχωρηθέντων τῶν ἐπιθυμούντων τῆς ἡγεμονίας, ὥστε ἀντιτάξασθαι Κλαυδίῳ, ἄλλως τε καὶ οἱ μονομάχοι,
253 πλῆθος δʼ ἦν αὐτῶν ἀξιόλογον, καὶ τῶν στρατιωτῶν οἱ νυκτοφυλακοῦντες ἐπὶ τῆς πόλεως ἐρέται τε ὁπόσοι συνέρρεον εἰς τὸ στρατόπεδον, ὥστε τῶν μετιόντων τὴν ἀρχὴν οἱ μὲν φειδοῖ τῆς πόλεως, οἱ δὲ καὶ φόβῳ τῷ ὑπὲρ αὐτῶν ἀπέστησαν.
254 Ὑπὸ δὲ πρώτην ἀρχὴν τῆς ἡμέρας καὶ Χαιρέας καὶ οἱ σὺν αὐτῷ παρελθόντες ἐν ἐπιχειρήσει λόγων ἦσαν πρὸς τοὺς στρατιώτας. τῶν δὲ τὸ πλῆθος ὡς ὁρᾷ παύοντας αὐτοὺς ταῖς χερσὶ καὶ τοῦ εἰπεῖν οἵους τε ἄρχεσθαι, ἀνεθορύβησεν μὴ ἐφιέναι ὥστε εἰπεῖν διὰ τὸ ὡρμῆσθαι πάντας ἐπὶ τῷ μοναρχεῖσθαι, τὸν δὲ ἡγησόμενον ἐκάλουν ὡς οὐκ ἀνεξόμενοι τὰς τριβάς.
255 τῇ συγκλήτῳ δὲ ἀπορία ἄρχειν τε καὶ ὃν ἀρχθεῖεν ἂν τρόπον οὔτε δεχομένων αὐτοὺς τῶν στρατιωτῶν καὶ τῶν Γαΐου σφαγέων συγχωρεῖν τοῖς στρατιώταις οὐκ ἐφιέντων.
256 ἐν τοιούτοις δὲ ὄντων Χαιρέας τὴν ὀργὴν οὐκ ἀνασχόμενος πρὸς τὴν αἴτησιν τοῦ αὐτοκράτορος δώσειν ἐπηγγέλλετο στρατηγόν, εἴ τις αὐτῷ σημεῖον παρὰ Εὐτύχου κομίσειεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme