Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 19

219 καὶ ὁ Γρᾶτος μειδιάσας ἐπισπᾶται τῆς δεξιᾶς, καί παῦσαι, φησίν, μικρολογούμενος περὶ τῆς σωτηρίας δέον σε μεγαλοφρονεῖσθαι περὶ τῆς ἡγεμονίας, ἣν οἱ θεοὶ Γάιον ἀφῃρημένοι τῇ σῇ συνεχώρησαν ἀρετῇ πρόνοιαν τῆς οἰκουμένης λαβόντες. ἀλλʼ ἴθι καὶ τῶν προγόνων ἀπολάμβανε τὸν θρόνον.
220 ἀνεβάσταζέν τε αὐτὸν οὐ πάνυ τοῖς ποσὶ βαίνειν δυνάμενον ὑπό τε φόβου καὶ χάρματος τῶν εἰρημένων.
221 Συνεστρέφοντο δὲ περὶ τὸν Γρᾶτον ἤδη καὶ πλείους τῶν σωματοφυλάκων καὶ θεωροῦντες τὸν Κλαύδιον ἀγόμενον δόξῃ τοῦ ἐπὶ κόλασιν ἕλκεσθαι τῶν ἐπὶ τοιοῖσδε ζημιῶν ὡς ἄνδρα ἀπράγμονα διὰ βίου τοῦ παντὸς καὶ κινδύνοις οὔτι μετρίως ἐπὶ τῆς Γαΐου ἀρχῆς ὡμιληκότα, τινὲς δὲ καὶ αὐτῶν τοῖς ὑπάτοις ἐντρέπειν κρίσιν ἠξίουν τὴν περὶ αὐτόν.
222 καὶ πλειόνων τοῦ στρατιωτικοῦ συστρεφομένων φυγαί τε ἦσαν τοῦ ὁμίλου καὶ προόδων ἀπορία τῷ Κλαυδίῳ διʼ ἀσθένειαν τοῦ σώματος, ἐπεὶ καὶ οἱ τὸ φορεῖον αὐτοῦ φέροντες περὶ τὴν ἁρπαγὴν αὐτοῦ παραγενομένης φυγῆς ἔσωζον αὑτοὺς ἀπʼ ἐλπίδος θέμενοι τὴν σωτηρίαν τοῦ δεσπότου.
223 ἐν εὐρυχωρίᾳ δὲ τοῦ Παλατίου γενομένοις, πρῶτον δὲ οἰκηθῆναι τῆς Ῥωμαίων πόλεως τοῦτο παραδίδωσιν ὁ περὶ αὐτῆς λόγος, καὶ ἤδη τοῦ δημοσίου ἀντιλαμβανομένοις πολὺ πλείων ἡ ἐπιφοίτησις ἦν τῶν στρατιωτῶν χαρᾷ τὴν ὄψιν δεχομένοις τοῦ Κλαυδίου, περὶ πλείστου τε ἦν αὐτοῖς αὐτοκράτορα στήσασθαι τὸν ἄνθρωπον εὐνοίᾳ τε τῇ Γερμανικοῦ, ἀδελφὸς δὲ ἦν αὐτοῦ ἐπὶ μέγα πᾶσιν τοῖς ὡμιληκόσιν καταλελοιπὼς κλέος τὸ αὐτοῦ.
224 ἀναλογισμός τε αὐτοὺς εἰσῄει τῆς τε πλεονεξίας τῶν ἐν τῇ συγκλήτῳ δυναστευόντων καὶ ὁπόσα ἐπὶ τῆς πρὶν ἀρχῆς ἡμάρτητο αὐτῇ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme