Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 19

214 τότε δὲ πτοίας κατειληφυίας τὸν ὄχλον καὶ τοῦ βασιλείου παντὸς στρατιωτικῆς μανίας ἀνάπλεω γεγονότος καὶ δειλίας καὶ ἀταξίας ἰδιωτῶν οἷον ἀπειληφότων σωματοφυλάκων, οἱ περὶ τὸ στρατηγικὸν καλούμενον, ὅπερ ἐστὶ τῆς στρατιᾶς καθαρώτατον, ἐν βουλῇ περὶ τοῖς πρακτέοις ἦσαν, ὅσοι δὲ καὶ παρετύγχανον, τὴν μὲν Γαΐου τιμωρίαν ἐν ὀλίγῳ τιθέμενοι διὰ τὸ κατὰ δίκην αὐτῷ τὰς τύχας συνελθεῖν,
215 τὰ δὲ περὶ αὐτοὺς ἀνεσκοποῦντο μᾶλλον ὃν τρόπον σχήσοι καλῶς καὶ τῶν Γερμανῶν τε ἐν τιμωρίαις τῶν σφαγέων ὄντων ὠμότητος χάριτι τῆς ἑαυτῶν μᾶλλον ἢ τοῦ συμφέροντος τοῖς πᾶσιν.
216 ὑφʼ ὧν ἁπάντων ὁ Κλαύδιος ἐθορυβεῖτο δεδιὼς περὶ τῆς σωτηρίας, ἄλλως τʼ ἐπειδὴ καὶ τῶν περὶ τὸν Ἀσπρήναν ἐτεθέατο τὰς κεφαλὰς παραφερομένας· εἱστήκει δὲ κατά τι προσβατὸν ὀλίγαις βαθμῖσι χωρίον ὑπεσταλκὼς τῷ κατʼ αὐτὸ σκότῳ.
217 καὶ Γρᾶτος τῶν περὶ τὸ βασίλειόν τις στρατιωτῶν θεασάμενος καὶ τοῦ μὲν ἀκριβωσομένου τὴν ὄψιν ἀμαθὴς ὢν διὰ τὸν σκότον, τοῦ δὲ ἄνθρωπον εἶναι τὸν ὑπολοχῶντα κριτὴς εἶναι μὴ ἀπηλλαγμένος, προσῄει τε ἐγγύτερον καὶ ὑποχωρεῖν ἠξιωκότος ἐπέκειτο καὶ καταλαβὼν ἐπιγνωρίζει Γερμανικὸς μὲν οὗτος, φησὶν πρὸς τοὺς ἑπομένους, καὶ στησώμεθα τοῦτον ἡγεμόνα φερόμενοι.
218 Κλαύδιος δὲ ἐφʼ ἁρπαγῇ παρεσκευασμένους ὁρῶν καὶ δείσας, μὴ κατὰ φωνὴν ἀποθάνοι τὴν Γαΐου, φειδὼ σχεῖν ἠξίου τοῦ κατʼ αὐτὸν ἀνεπαχθοῦς ἀνάμνησιν αὐτοῖς ὑποτιθεὶς καὶ τοῦ ἀπρομηθοῦς τῶν γεγονότων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme