Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 19

209 ἀδελφοῦ γὰρ παιδὸς υἱεῖ γεγονότι Τιβερίου, οὗ καὶ διάδοχος γίνεται, μέγα ἀνάγκασμα παιδείας ἀντέχεσθαι διὰ τὸ καὶ αὐτὸς εἰς τὰ πρῶτα ἐν αὐτῇ κατορθῶν διαπρέπειν, καὶ συνεφιλοκάλει Γάιος συγγενοῦς τε ἀνδρὸς καὶ ἡγεμόνος εἴκων ἐπιστολαῖς ἐπρώτευσέν τε τῶν κατʼ αὐτὸν πολιτῶν.
210 οὐ μὴν ἀντισχεῖν οἷά τε ἐγένετο αὐτῷ τὰ ἐκ τῆς παιδείας συλλεγέντα ἀγαθὰ πρὸς τὸν ἐπελθόντα ὄλεθρον αὐτῷ ὑπὸ τῆς ἐξουσίας· οὕτως ἄρα δυσπόριστον ἡ ἀρετὴ τοῦ σωφρονεῖν, οἷς ἀνυπεύθυνον τὸ πράσσειν ῥᾳστώνῃ πάρεστιν.
211 φίλοις μὲν κεχρῆσθαι καὶ πάντα ἀξιολόγοις ὑποσπουδασθεὶς τὸ κατʼ ἀρχὰς ὑπό τε παιδείας καὶ δόξης ζήλου τῶν κρειττόνων, μέχρι δὴ τῷ περιόντι τοῦ ὑβρίζειν ἀπαμφίασις εὐνοίᾳ τῇ πρὸς αὐτὸν ἐχρήσαντο μίσους ὑποφυέντος ὑπʼ αὐτῶν ἐπιβουλευθεὶς τελευτᾷ.
212 Κλαύδιος δέ, καθάπερ ἀνώτερον ἔφην, ἀπορρήξεως αὐτῷ τῶν Γαΐου ὁδῶν γενομένης καὶ τοῦ οἴκου θορυβηθέντος πάθει τῆς Καίσαρος τελευτῆς, ἐν ἀμηχάνοις ὢν περὶ τῆς σωτηρίας ἔν τινι στενωπῷ κατειλημμένος ἔκρυπτεν ἑαυτὸν οὐδεμίαν κινδύνων αἰτίαν πλὴν τῆς γενναιότητος ὑφορώμενος·
213 μέτριον γὰρ ἰδιώτης ὢν ἦγεν αὑτὸν καὶ τοῖς πᾶσιν ἀρκῶν ἦν, παιδείᾳ τε συνιὼν καὶ μάλιστα τῇ Ἑλληνίδι καὶ παντὸς τοῦ εἰς θόρυβον ἀνακειμένου παντοίως ἀπαλλάσσων αὑτόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme