Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 19

202 καὶ τοῦ μὲν θείου καὶ νομίμου μείζων ἐσπουδακὼς εἶναί τε καὶ δοκεῖν, ἡσσώμενος δὲ ἐπαίνων τῆς πληθύος καὶ πάντα, ὁπόσα αἰσχρὰ κρίνας ὁ νόμος ἐπιτιμᾷ τιμωρίαν, ἐνόμισεν ἀρετῆς.
203 καὶ φιλίας ἀμνήμων, εἰ καὶ πλείστη τε καὶ διὰ μεγίστων γένοιτο, οἷς τότε ὀργισθείη ἐκπλήξει κολάσεως καὶ ἐλαχίσταις, πολέμιον δὲ ἡγούμενος πᾶν τὸ ἀρετῇ συνερχόμενον, ἀναντίλεκτον ἐπὶ πᾶσιν οἷς κελεύσειε τὴν ἐπιθυμίαν λαμβάνων·
204 ὅθεν καὶ ἀδελφῇ γνησίᾳ συνῆν, ἐξ οὗ καὶ μάλιστα αὐτῷ φύεσθαι παρὰ τοῖς πολίταις ἤρξατο σφοδρότερον τὸ μῖσος διὰ τὸ πολλοῦ χρόνου μὴ ἱστορημένον εἴς τε ἀπιστίαν καὶ ἔχθραν τὴν πρὸς τὸν πράξαντα παρακαλεῖν.
205 ἔργον δὲ μέγα ἢ βασίλειον οὐδὲν αὐτῷ πεπραγμένον εἴποι ἄν τις ἢ ἐπʼ ὠφελείᾳ τῶν συνόντων καὶ αὖθις ἀνθρώπων ἐσομένων, πλήν γε τοῦ περὶ Ῥήγιον καὶ Σικελίαν ἐπινοηθέντος ἐν ὑποδοχῇ τῶν ἀπʼ Αἰγύπτου σιτηγῶν πλοίων·
206 τοῦτο δὲ ὁμολογουμένως μέγιστόν τε καὶ ὠφελιμώτατον τοῖς πλέουσιν· οὐ μὴν ἐπὶ τέλος γε ἀφίκετο, ἀλλʼ ἡμίεργον ὑπὸ τοῦ ἀμβλυτέρως αὐτῷ ἐπιπονεῖν κατελείφθη.
207 αἴτιον δʼ ἦν ἡ περὶ τὰ ἀχρεῖα σπουδὴ καὶ τὸ δαπανῶντα εἰς ἡδονάς, αἳ καταμόνας ἔμελλον ὠφελεῖν, αὐτῷ ὑφαιρεῖν τῆς ἐπὶ τοῖς κρείσσοσιν ἀνωμολογημένοις φιλοτιμίας.
208 ἄλλως δὲ ῥήτωρ τε ἄριστος καὶ γλώσσῃ τῇ Ἑλλάδι καὶ τῇ Ῥωμαίοις πατρίῳ σφόδρα ἠσκημένος συνίει τʼ ἐκ τοῦ παραχρῆμα καὶ τοῖς ὑφʼ ἑτέρων συντεθεῖσίν τε καὶ ἐκ πλείονος προσυγκειμένοις ἀντειπὼν ἐκ τοῦ ὀξέος φανῆναι πιθανώτερος ἐν μεγίστῳ πράγματι παρʼ ὁντινοῦν γενόμενος, εὐκολίᾳ τε εἰς αὐτὸ τῆς φύσεως καὶ τῷ εἰς ἰσχὺν αὐτῇ προσλαβεῖν μελέτην τοῦ ἐπιπονεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme