Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 19

182 πρῶτον δὲ τοῖς ἀραμένοις τὸν τύραννον τιμὰς αἵτινες μέγισται ταύτας εἰσενεγκεῖν, μάλιστα δὲ Χαιρέᾳ τῷ Κασσίῳ· σὺν γὰρ τοῖς θεοῖς εἷς ἀνὴρ οὗτος ποριστὴς ἡμῖν καὶ γνώμῃ καὶ χερσὶ τῆς ἐλευθερίας πέφηνεν.
183 οὗ καλὸν μὴ ἀμνημονεῖν, ἀλλʼ ἐπὶ τῆς τυραννίδος ὑπὲρ ἐλευθερίας τῆς ἡμετέρας προβεβουλευκότος τε ἅμα καὶ προκεκινδυνευκότος, ἐπὶ τῆς ἐλευθερίας ψηφίσασθαι τὰς τιμὰς πρῶτόν τε ἀνεπιτάκτους τοῦτο ἂν ἀποφήνασθαι.
184 ἔργον δὲ κάλλιστον καὶ ἐλευθέροις ἀνδράσι πρέπον ἀμείβεσθαι τοὺς εὐεργέτας, οἷος δὴ καὶ ἀνὴρ οὗτος περὶ ἡμᾶς πάντας γέγονεν οὐδὲν παραπλήσιος Κασσίῳ καὶ Βρούτῳ τοῖς Γάιον Ἰούλιον ἀνῃρηκόσιν, ἐπεί γε οἱ μὲν στάσεως καὶ πολέμων ἐμφυλίων ἀρχὰς ἐπανερρίπισαν τῇ πόλει, οὗτος δὲ μετὰ τῆς τυραννοκτονίας καὶ τῶν ἐντεῦθεν δεινῶν ἀπήλλαξεν τὴν πόλιν.
185 Σέντιος μὲν τοιούτοις ἐχρῆτο τοῖς λόγοις καὶ τῶν βουλευτῶν ἡδονῇ δεχομένων καὶ ὁπόσοι τῶν ἱππέων παρῆσαν. ἀναπηδήσας δέ τις Τρεβέλλιος Μάξιμος περιαιρεῖται τὸν δακτύλιον τοῦ Σεντίου, λίθος δὲ εἰκόνα Γαΐου ἐγγεγλυμμένος ἐδεσμεύετο αὐτῷ, καὶ σπουδῇ τῶν λεγομένων καὶ ὧν ἐπενόει πράξειν, ὅπερ ᾤετο, ἐν λήθῃ γεγονότι καὶ ἡ μὲν γλυφὴ κατάγνυται.
186 προεληλύθει δὲ ἡ νὺξ ἐπὶ μέγα, καὶ Χαιρέας δὲ σημεῖον ᾔτει τοὺς ὑπάτους, οἱ δὲ ἐλευθερίαν ἔδοσαν. ἐν θαύματι δὲ ἦν αὐτοῖς καὶ ὅμοια ἀπιστίᾳ τὰ δρώμενα·
187 ἔτει γὰρ ἑκατοστῷ, μεθʼ ὃ τὴν δημοκρατίαν τὸ πρῶτον ἀφῃρέθησαν, ἐπὶ τοὺς ὑπάτους σημείου ἡ παράδοσις· οὗτοι γὰρ πρότερον ἢ τυραννηθῆναι τὴν πόλιν κύριοι τῶν στρατιωτικῶν ἦσαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme