Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 19

176 τυραννίδι γὰρ οὐ κερδαίνεται τὸ ἡδὺ οὐδὲ μεθʼ ὕβρεως ἀποχρῆται, οὐκ εἰς τὰ χρήματα λελυπῆσθαι καὶ γαμετάς, ἀλλὰ τὸ πᾶν κέρδος ἐκ τοῦ πανοικεσίᾳ διοχλουμένου τῶν ἐχθρῶν.
177 ἐχθρὸν δὲ τυραννίδι πᾶν τὸ ἐλεύθερον, εἰς εὔνοιάν τε ἐκκαλεῖσθαι αὐτὴν καὶ τοῖς ἐν ὀλίγῳ τιθεμένοις ὁπόσα πεπόνθοιεν οὐκ ἔστιν. ἐξεπιστάμενοι γὰρ ὧν ἀναπλήσειαν κακῶν ἔστιν οὓς κἀκεῖνοι μεγαλοφρόνως καταφρονημάτων τε πρὸς τὴν τύχην, αὐτοὶ λανθάνειν αὐτοὺς ὧν πράξειαν μὴ δυνάμενοι μόνως πιστεύουσιν κτήσεσθαι τοῦ ὑπόπτου τὸ ἀδεές, εἰ παντελὲς αἱρεῖσθαι δυνηθεῖεν αὐτούς.
178 τοιούτων δὴ κακῶν ἀπογεγονότες καὶ ὑποτελεῖς ἀλλήλοις καταστάντες, αἵπερ πολιτειῶν ἐχεγγυώταται πρός τε τὸ παρὸν εὔνουν καὶ τὸ αὖθις ἀνεπιβούλευτον καὶ τὸ δόξαν οἰκείαν τῷ ὀρθουμένῳ τῆς πόλεως δικαιοί τε προνοῆσαι διὰ τὸ εἰς κοινὸν αὐτοῦ τὴν ὠφέλειαν ἀπαντᾶν καὶ ἀνταποφήνασθαι γνώμην,
179 οἷς μὴ ἀρέσκοιτο τὰ προεισηγημένα, οὐδαμῶς εἰς κίνδυνον φέρον, διὰ τὸ μὴ δεσπότην εἶναι τὸν ἐφεστηκότα, ᾧ ἀνεύθυνόν τε βλάπτοντι τὴν πόλιν καὶ αὐτοκράτορι μεταστήσασθαι τοὺς εἰρηκότας.
180 καὶ τέτροφε τὴν τυραννίδα οὐδὲν νεώτερον πλὴν ἥ τε ἀργία καὶ τὸ πρὸς οὐδὲν τῶν ἐκείνῃ θελομένων ἀντιλογίᾳ χρώμενον·
181 τῆς γὰρ εἰρήνης τοῦ τερπνοῦ ἡσσώμενοι καὶ μεμαθηκότες ἀνδραπόδων ἐν τρόπῳ ζῆν ὁπόσοι τε ἐπαΐομεν συμφορὰς ἀνηκέστους κακοῖς τε τοῖς πέλας ἐπείδομεν φόβῳ τοῦ μετʼ ἀρετῆς τελευτᾶν μετὰ αἰσχύνης τῆς ὑστάτης ὑπομένοντες τὰς τελευτάς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme