Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 19

172 ἐγὼ γὰρ τὰ παλαιὰ οἶδα ἀκοῇ παραλαβών, οἷς δὲ ὄψει ὁμιλήσας ᾐσθόμην, οἵων κακῶν τὰς πολιτείας ἀναπιμπλᾶσιν αἱ τυραννίδες, κωλύουσαι μὲν πᾶσαν ἀρετὴν καὶ τοῦ μεγαλόφρονος ἀφαιρούμεναι τὸ ἐλεύθερον, κολακείας δὲ καὶ φόβου διδάσκαλοι καθιστάμεναι διὰ τὸ μὴ ἐπὶ σοφίᾳ τῶν νόμων, ἀλλʼ ἐπὶ τῇ ὀργῇ τῶν ἐφεστηκότων καταλιπεῖν τὰ πράγματα.
173 ἀφʼ οὗ γὰρ Ἰούλιος Καῖσαρ φρονήσας ἐπὶ καταλύσει τῆς δημοκρατίας καὶ διαβιασάμενος τὸν κόσμον τῶν νόμων τὴν πολιτείαν συνετάραξεν, κρείσσων μὲν τοῦ δικαίου γενόμενος, ἥσσων δὲ τοῦ κατʼ ἰδίαν ἡδονὴν αὐτῷ κομιοῦντος, οὐκ ἔστιν ὅ τι τῶν κακῶν οὐ διέτριψεν τὴν πόλιν,
174 φιλοτιμηθέντων πρὸς ἀλλήλους ἁπάντων, οἳ ἐκείνῳ διάδοχοι τῆς ἀρχῆς κατέστησαν, ἐπʼ ἀφανισμῷ τοῦ πατρίου καὶ ὡς ἂν μάλιστα τῶν πολιτῶν ἐρημίαν τοῦ γενναίου καταλείποιεν, διὰ τὸ οἴεσθαι πρὸς ἀσφαλείας εἶναι τῆς αὐτῶν τὸ κιβδήλοις ἀνδράσιν ὁμιλεῖν καὶ τῶν ἀρετῇ προύχειν πεπιστευμένων οὐ μόνον ὑφαιρεῖν τι τοῦ αὐχήματος, ἀλλʼ εἰς τὸ πᾶν ἐπιφημίζειν αὐτῷ τοῖς ὀλέθροις
175 τῶν ἁπάντων ἀριθμῷ τε πολλῶν ὄντων καὶ βαρύτητα ἀνύποιστον ἐπιδειξαμένων καθʼ ἃ ἕκαστος ἦρξεν εἷς ὢν ὁ Γάιος ὁ σήμερον τεθνεὼς πλέω τε τῶν πάντων δεινὰ ἀπεδείξατο οὐ μόνον εἰς τοὺς συμπολίτας, ἀλλὰ καὶ εἰς τοὺς συγγενεῖς καὶ φίλους ἀπαίδευτον τὴν ὀργὴν ἐπαφιείς, ὁμοίως τοῖς ἅπασι καὶ μείζω κακὰ ἐντριβόμενος ἀδίκως τὴν τιμωρίαν εἰσπράσσεσθαι, ὠργικότων ὁμοίως εἴς τε ἀνθρώπους ἐξαγριώσας καὶ τοὺς θεούς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme