Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 19

8 ἐκόσμει τε τοῖς ἐνθένδε ἀγομένοις τήν τε οἰκίαν καὶ τοὺς κήπους ὁπόσαι τε αὐτῷ καταγωγαὶ διὰ γῆς τῆς τῶν Ἰταλῶν. ἐπεὶ καὶ τὸν Ὀλύμπιον τιμώμενον Δία ὑπὸ τῶν Ἑλλήνων καὶ οὕτως ὠνομασμένον Ὀλύμπιον Φειδίου τοῦ Ἀθηναίου πεποιηκότος ἐτόλμησε κελεῦσαι εἰς τὴν Ῥώμην μεταφέρειν.
9 οὐ μὴν ἔπραξέν γε τῶν ἀρχιτεκτόνων φαμένων πρὸς Μέμμιον Ῥῆγλον, ὃς ἐπετέτακτο τῇ κινήσει τοῦ Διός, ἀπολεῖσθαι τοὖργον κινήσεως αὐτοῦ γενομένης. λέγεται δὲ Μέμμιον διὰ ταῦτα καὶ σημείων μειζόνων γενομένων, ἢ ὡς ἄν τινα μὴ πιστὰ ἡγεῖσθαι, ὑπερβαλέσθαι τὴν ἀναίρεσιν.
10 καὶ γράφει τάδε πρὸς τὸν Γάιον ἐπʼ ἀπολογίᾳ τοῦ ἐκλιπεῖν ἀδιακόνητον τὴν ἐπιστολήν, ἀπολέσθαι τε ἐκ τούτων αὐτῷ κινδύνου γενομένου σώζεται φθάνοντος ἤδη Γαΐου τελευτῆσαι.
11 Εἰς τοῦτο δὲ προύβη τὸ μανικὸν αὐτῷ, ὥστε δὴ καὶ θυγατρὸς αὐτῷ γενομένης ἀνακομίσας ἐπὶ τὸ Καπετώλιον ἐπὶ τοῖς γόνασι κατατίθεται τοῦ ἀγάλματος, κοινὸν αὐτῷ τε καὶ τῷ Διὶ γεγονέναι τὸ τέκνον καὶ δύο χειροτονεῖν αὐτῆς πατέρας, ὁπότερον μείζονα φάμενος ἐν μέσῳ τε καταλιμπάνειν.
12 καὶ τάδε ἠνείχοντο πράσσοντα αὐτὸν οἱ ἄνθρωποι. ἐπεχείρησε δὲ καὶ τοῖς οἰκέταις κατηγορίας ποιεῖσθαι τῶν δεσποτῶν ἐφʼ οἷστισιν ἐθελήσειαν ἐγκλήμασιν· δεινὰ γὰρ πάντα ἦν, ὁπόσα μέλλοι λέγεσθαι, διὰ τὸ χάριτί τε καὶ ὑπαγορεύσει τῇ ἐκείνου τὰ πολλὰ γίνεσθαι,
13 ὥστε ἤδη καὶ Κλαυδίου ἐτόλμα ποιήσασθαι Πολυδεύκης ὁ δοῦλος κατηγορίαν, καὶ Γάιος ἠνείχετο κατὰ πατρῴου τοῦ αὐτοῦ δίκης θανάτου λεγομένης ἐπʼ ἀκροάσει συνελθεῖν ἐλπίδι τοῦ παραλαβεῖν δύναμιν ἀνελεῖν αὐτόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme