Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 19

129 γύναια δʼ ἦν ταῦτα καὶ παῖδες ὁπόσοι τε δοῦλοι καί τινες τοῦ στρατιωτικοῦ, οἱ μὲν διὰ τὸ μισθοφορεῖν καὶ οὐδὲν ἀλλʼ ἢ συντυραννοῦντες καὶ διακονίᾳ τῆς κατʼ ἐκεῖνον ὕβρεως ἐπανασειόμενοι τοῖς κρατίστοις τῶν πολιτῶν τιμῆς τε ἅμα καὶ ὠφελειῶν τυγχάνειν,
130 ἡ δὲ αὖ γυναικωνῖτις καὶ τὸ νεώτερον, ὅπερ ὄχλος φιλεῖ, θεωρίαις τε καὶ μονομαχιῶν δόσεσιν καί τινων κρεανομιῶν ἡδοναῖς ἀνειλημμένοι, ἃ ἐπράσσετο λόγῳ μὲν ἐπὶ θεραπείᾳ τῆς πληθύος, τὸ δʼ ἀληθὲς ἐκπιμπλάντα τῆς μανίας Γαΐου τὴν ὠμότητα·
131 οἱ δὲ δοῦλοι διὰ τὸ ἐν προσηγορίᾳ τε εἶναι καὶ καταφρονήματι τῶν δεσποτῶν, ἀποστροφῆς τῷ ὑβρίζοντι αὐτὴν οὔσης τῆς κατʼ ἐκεῖνον ἐπικουρίας· ῥᾴδιον γὰρ ψευσαμένοις τε κατὰ τῶν κυρίων πεπιστεῦσθαι καὶ τὰ χρήματα ἐνδείξασιν αὐτῶν ἅμα ἐλευθέροις τε εἶναι καὶ πλουσίοις μισθῷ τῶν κατηγοριῶν διὰ τὸ ἆθλα αὐτοῖς προκεῖσθαι τὰς ὀγδόας τῶν οὐσιῶν.
132 τῶν δὲ εὐπατριδῶν εἰ καί τισιν πιστὸς ὁ λόγος φανείη, τοῖς μὲν ἐκ τοῦ προειδέναι τὴν ἐπιβουλήν, τοῖς δʼ ὑπὸ τοῦ θέλειν εὐκτὸν ἡγουμένοις, σιγῇ παρεδίδοτο οὐ μόνον ἡ ἐπὶ τοῖς ἠγγελμένοις χαρά, ἀλλὰ καὶ ἡ δόξα τῆς ἀκροάσεως,
133 οἱ μὲν δεδιότες, μὴ καὶ ψευσθεῖσιν ἐλπίδος τιμωρίᾳ συνέλθοιεν ὡς προεξορμήσασιν ἀποφήνασθαι τὴν διάνοιαν ἑαυτῶν, οἱ δʼ ἐξεπιστάμενοι διὰ τὸ τῆς ἐπιβουλῆς μετασχεῖν μειζόνως ἔκρυπτον ἀλλήλων ἀγνοίᾳ καὶ δεδιότες, μὴ πρός τινα εἰπόντες, οἷς ἡ τυραννὶς ἑστῶσα ὠφέλιμος ἦν, ζῶντος Γαΐου κολασθεῖεν ἐνδείξεως γενομένης.
134 ἐπεὶ καὶ ἕτερος ἐπεφοιτήκει λόγος ὡμιληκέναι μὲν τραύμασιν, οὐ μὴν ἀποθανεῖν, ἀλλὰ ζῶντα ἐν θεραπείαις ὑπὸ τῶν ἰατρῶν εἶναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme