Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 19

123 Ἀσπρήναν τε κρεουργήσασιν αὐτοῖς διὰ τὸ πρώτῳ περιπεσεῖν, οὗ τὴν στολὴν μιᾶναν τὸ αἷμα τῶν θυμάτων, ὥς μοι λέλεκται πρότερον, οὐκ ἐπʼ ἀγαθῷ τὴν συντυχίαν ἀπεσήμαινε τοῦ γεγονότος δεύτερος, Νωρβανὸς ὑπηντίαζεν ἐν τοῖς γενναιοτάτοις τῶν πολιτῶν καὶ πολλοὺς αὐτοκράτορας παρεχόμενος τῶν προπατόρων.
124 καὶ μηδὲν αἰδουμένων αὐτοῦ τὴν ἀξίωσιν ἰσχύι προύχων ἀφαιρεῖται τὸ ξίφος τῷ πρώτῳ τῶν ἐπιόντων συμπλακεὶς φανερός τε ἦν οὐκ ἀπραγμόνως τεθνηξόμενος, μέχρι δὴ περισχεθεὶς πολλοῖς τῶν ἐπιφερομένων ἔπεσεν ὑπὸ πλήθους τραυμάτων.
125 τρίτος δὲ Ἀντήιος τῶν ἐκ τῆς βουλῆς σὺν ὀλίγοις, οὐ τυχαίως τοῖς Γερμανοῖς καθάπερ οἱ πρότερον περιπεσών, ὑπὸ δὲ φιλοθεαμοσύνης καὶ ἡδονῆς τοῦ αὐτόπτης γενόμενος Γαΐου κειμένου μῖσος εὐφρᾶναι τὸ πρὸς αὐτόν· τὸν γὰρ πατέρα τοῦ Ἀντηίου καὶ ὁμώνυμον φυγάδα ἐλάσας καὶ μὴ ἀρκεσθεὶς κτείνει στρατιώτας ἀποπέμψας.
126 καὶ παρῆν μὲν διὰ τάδε εὐφρανούμενος θεωρίᾳ τοῦ νεκροῦ, θορυβουμένης δὲ τῆς οἰκίας κρύπτειν αὑτὸν ἐνθυμησάμενος οὐ διαφυγγάνει τῶν Γερμανῶν τό τε εἰς τὴν ἔρευναν ἀκριβὲς κἀπὶ τοῖς φόνοις ὁμοίως τῶν τε αἰτίων καὶ μὴ ἐξαγριωσάντων. καὶ οἵδε μὲν ταύτῃ τεθνήκεσαν.
127 Εἰς δὲ τὸ θέατρον ἐπεὶ ἀφίκετο ὁ λόγος περὶ τῆς Γαΐου τελευτῆς, ἔκπληξίς τε καὶ ἀπιστία ἦν· οἱ μὲν γὰρ καὶ πάνυ ἡδονῇ δεχόμενοι τὸν ὄλεθρον αὐτοῦ κἂν πρὸ πολλοῦ ἡγησάμενοι σφίσιν ἀγαθὸν συνελθεῖν ὑπὸ δέους ἐν ἀπιστίᾳ ἦσαν.
128 εἰσὶ δʼ οἷς καὶ πάνυ ἀπʼ ἐλπίδων ἦν διὰ τὸ μὴ ἐθέλειν τι τοιόνδε περὶ τῷ Γαΐῳ γεγονέναι μηδὲ ἀληθείᾳ προστίθεσθαι διὰ τὸ μὴ οἷόν τε ἀνθρώπῳ εἶναι τοιᾷδε ἀρετῇ χρῆσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme