Book 19
Χαιρέᾳ δὲ καὶ ὁπότε μὲν παραλαμβάνοι τὸ σημεῖον ὀργὴ παρίστατο, μειζόνως δʼ ὁπότε παραδιδοίη, γελώμενος ὑπὸ τῶν παραλαμβανόντων, ὥστε καὶ οἱ συγχιλίαρχοι παιδιὰν ἐποιοῦντο αὐτόν· ὁπότε γὰρ αὐτὸς μέλλοι τὸ σημεῖον παρʼ αὐτοῦ Καίσαρος κομίζειν, προύλεγόν τινα τῶν εἰωθότων φέρειν εἰς παιδιάν.
διὰ ταῦτα δὲ αὐτῷ καὶ θάρσος παρίστατο κοινωνούς τινας παραλαμβάνειν, ὡς οὐκ ἐπʼ ὀλίγοις ὀργῇ χρώμενος. καὶ ἦν γὰρ Πομπήδιος συγκλητικὸς μέν, τὰς ἀρχὰς δὲ διεληλυθὼς σχεδὸν ἁπάσας, Ἐπικούρειος δʼ ἄλλως καὶ διʼ αὐτὸ ἀπράγμονος ἐπιτηδευτὴς βίου.
τοῦτον ἐνδείκνυσιν Τιμίδιος ἐχθρὸς ὢν ὡς λοιδορίᾳ χρησάμενον ἀπρεπεῖ κατὰ τοῦ Γαΐου μάρτυρα παραλαμβάνων Κυιντιλίαν γυναῖκα τῶν ἐπὶ τῆς σκηνῆς ἐπιφανείᾳ τοῦ ὡραίου περισπούδαστον πολλοῖς τε οὖσαν καὶ τῷ Πομπηδίῳ.
καὶ τῆς ἀνθρώπου, ψεῦδος γὰρ ἦν, δεινὸν ἡγουμένης μαρτυρίαν ἐπὶ θανάτῳ τοῦ ἐραστοῦ παρασχεῖν, βασάνων ἔχρῃζεν ὁ Τιμίδιος, καὶ Γάιος παρωξυμμένος κελεύει τὸν Χαιρέαν μηδὲν εἰς ἀναβολὰς ἀλλʼ εὐθέως βασανίζειν τὴν Κυιντιλίαν, χρώμενος τῷ Χαιρέᾳ πρός τε τὰ φονικὰ καὶ ὁπόσα στρεβλώσεως δέοιτο ὑπὸ τοῦ νομίζειν ὠμότερον διακονήσεσθαι τὴν λοιδορίαν φεύγοντα τῆς μαλακίας.
Κυιντιλία δʼ ἐπὶ τὴν βάσανον ἀγομένη τῶν συνιστόρων τινὸς ἐπιβαίνει τῷ ποδὶ ἀποσημαίνουσα θαρσεῖν καὶ μὴ τὰς βασάνους αὐτῆς δεδιέναι· διοίσειν γὰρ μετʼ ἀνδραγαθίας. βασανίζει δʼ αὐτὴν ὠμῶς ὁ Χαιρέας, ἄκων μέν, κατʼ ἀνάγκας δὲ τὰς ὑπὲρ αὐτοῦ, καὶ μηδὲν ἐνδοῦσαν ἦγεν εἰς τὴν ὄψιν τὴν Γαΐου διακειμένην οὐκ ἐν ἡδονῇ τοῖς θεωροῦσι.
καὶ ὁ Γάιος παθών τι πρὸς τὴν ὄψιν τῆς Κυιντιλίας δεινῶς ὑπὸ τῶν ἀλγηδόνων διακειμένης τοῦ τε ἐγκλήματος ἠφίει καὶ αὐτὴν καὶ τὸν Πομπήδιον, ἐκείνην δὲ καὶ χρημάτων δόσει τιμᾷ παραμυθίας ἐσομένων λώβης τε ἣν ἐλελώβητο εἰς τὴν εὐπρέπειαν τοῦ ἀφορήτου τῶν ἀλγηδόνων.
Ταῦτα δεινῶς ἠνίασεν τὸν Χαιρέαν ὡς αἴτιον ἀνθρώποις καὶ ὑπὸ Γαΐου παρηγορίας ἀξίοις ἐν αἰτίᾳ κακῶν τὸ ὅσον ἐπʼ αὐτοῖς γεγενημένοις, φησίν τε πρὸς Κλήμεντά τε καὶ Παπίνιον, ὧν Κλήμης μὲν ἦν ἐπὶ τῶν στρατοπέδων, Παπίνιος δὲ καὶ αὐτὸς ἦν χιλιαρχῶν,
ἀλλʼ ἐπὶ φυλακῇ γε, ὦ Κλήμης, τὰ πάντα τοῦ αὐτοκράτορος ἡμῖν πράσσειν οὐκ ἐλλέλειπται· τῶν γὰρ συνομωμοκότων αὐτοῦ κατὰ τῆς ἡγεμονίας προνοίᾳ καὶ πόνοις τοὺς μὲν ἀπεκτείναμεν, τοὺς δὲ ἐστρεβλώσαμεν ἐπὶ τοσοῦτον, ὡς ἐλεεινοὺς κἀκείνῳ γενέσθαι, μετὰ πόσης τε ἀρετῆς ἡμῖν ἐξάγεται τῶν στρατιῶν;
σιγήσαντος δὲ τοῦ Κλήμεντος καὶ τὸ μὲν αἰσχύνῃ φέρειν τὰ προστασσόμενα καὶ τῷ βλέμματι καὶ τῷ ἐρυθήματι παριστάντος, λόγῳ δὲ αὐτοῖς τὴν μανίαν τοῦ αὐτοκράτορος προσκαλεῖν ἄδικον ἡγουμένου προνοίᾳ τοῦ ἀσφαλοῦς,
Χαιρέας ἤδη θάρσει χρώμενος ἐν λόγοις ἦν κινδύνων ἀνειμένοις πρὸς αὐτὸν τὰ κατέχοντα δεινὰ τὴν πόλιν καὶ τὴν ἀρχὴν ἐπεξιών, καὶ ὅτι λόγῳ μὲν εἴη Γάιος ὁ τὴν ἐπὶ τοιούτοις αἰτίαν προτιθέμενος,
τοῖς δὲ τἀληθὲς ἐξετάζειν πειρωμένοις ἐγώ τε, ὦ Κλήμης, καὶ οὑτοσὶ ὁ Παπίνιος καὶ πρὸ ἡμῶν σύ, ταύτας Ῥωμαίοις τε καὶ τῷ παντὶ ἀνθρωπείῳ τὰς στρέβλας προσφερόμενοι, οὐκ ἐπιτάγμασιν τοῖς Γαΐου διακονούμενοι, γνώμῃ δὲ τῇ αὐτῶν,
εἰ παρὸν παῦσαι τοσαύτῃ ἤδη χρώμενον ὕβρει εἴς τε τοὺς πολίτας καὶ τοὺς ὑπηκόους διακονούμεθα, δορυφόροι καὶ δήμιοι καθεστηκότες ἀντὶ στρατιωτῶν καὶ τὰ ὅπλα ταυτὶ φέροντες οὐχ ὑπὲρ ἐλευθερίας οὐδʼ ἀρχῆς τῶν Ῥωμαίων, ἀλλʼ ἐπὶ σωτηρίᾳ τοῦ δουλουμένου τά τε σώματα αὐτῶν καὶ τὰ φρονήματα, μιαινόμενοι τῷ καθʼ ἡμέραν αἵματι σφαγῆς καὶ βασάνου τῆς ἐκείνων, μέχρι δή τις καὶ καθʼ ἡμῶν διακονήσεται τοιαῦτα Γαΐῳ.
οὐ γὰρ εὐνοίᾳ γε πολιτεύσει διὰ τάδε πρὸς ἡμᾶς, διʼ ὑφοράσεως δὲ μᾶλλον καὶ ἄλλως τοῦ πολλοῦ τῶν ἀπολλυμένων ἀποδεδωκότος· οὐ γὰρ δὴ στήσεταί ποτε Γαΐῳ τὰ τῆς ὀργῆς διὰ τὸ μὴ δίκην ἀλλʼ ἡδονὴν πέρας αὐτῆς τυγχάνειν· σκοποὶ δὲ προσκεισόμεθα καὐτοί, δέον καὶ τοῖς πᾶσιν τὸ ἀνεπιβούλευτόν τε καὶ ἐλεύθερον βεβαιοῦν καὶ ἡμῖν κινδύνων ἀπαλλαγὰς ψηφίσασθαι.
Κλήμης δὲ τὴν μὲν διάνοιαν τὴν Χαιρέου φανερὸς ἦν ἐπαινῶν, σιγᾶν δʼ ἐκέλευε, μὴ καὶ φοιτῶντος εἰς πλείονας τοῦ λόγου καὶ διαχεομένων ὁπόσα κρύπτεσθαι καλῶς ἔχοι πρὶν τυχεῖν πράξαντας ἐκπύστου τοῦ ἐπιβουλεύματος γενομένου κολασθεῖεν, χρόνῳ δὲ τῷ αὖθις καὶ τῇ ἀπʼ αὐτοῦ ἐλπίδι παραδιδόναι τὰ πάντα ὡς παραγενησομένης τινὸς αὐτοῖς ἐπικουρίας τυχαίου·
αὐτὸν μὲν γὰρ ὑπὸ γήρως ἀφῃρῆσθαι τὴν ἐπὶ τοιοῖσδε τόλμαν, τῶν μέντοι γε ὑπὸ σοῦ, Χαιρέα, συντεθέντων τε καὶ ῥηθέντων ἀσφαλέστερα μὲν ἴσως ἂν ὑποθοίμην, εὐπρεπέστερα δὲ πῶς ἄν τις καὶ δύναιτο;
καὶ Κλήμης μὲν ὡς αὑτὸν ἀναλύει διὰ λογισμῶν τῶν τε ἀκροαθέντων καὶ ὁπόσων αὐτὸς εἰρήκει περιφερόμενος. Χαιρέας δὲ δείσας ὡς Κορνήλιον Σαβῖνον ἠπείγετο καὶ αὐτὸν μὲν χιλίαρχον ὄντα, ἀξιόλογον δʼ ἄλλως ἐξεπιστάμενος αὐτὸν καὶ τοῦ ἐλευθέρου ἐραστὴν καὶ διʼ αὐτὸ τῇ καταστάσει τῶν πραγμάτων πολεμίως διακείμενον,
χρῄζων ἐκ τοῦ ὀξέος ἔχεσθαι τῶν ἐγνωσμένων τῆς ἐγχειρήσεως ὑπʼ αὐτοῦ καλὰ νομίσας εἶναι προσθέσθαι καὶ δέει, μὴ ὑπὸ Κλήμεντος ἐκφοίτησις γένοιτο αὐτῶν, ἄλλως τε τὰς μελλήσεις καὶ τῶν καιρῶν τὰς ὑπερβολὰς πρὸς τῶν ὑπερβαλλομένων τιθέμενος.
Ἐπεὶ δὲ ἀσμένῳ καὶ τῷ Σαβίνῳ τὰ πάντα ἦν, ἅτε καὶ αὐτῷ γνώμης μὲν οὐχ ὑστεροῦντι τῆς ἴσης, ἀπορίᾳ δὲ πρὸς ὅντινα εἰπὼν ἀσφαλὴς εἴη τὰ πρὸς ἐκείνους σιγῇ παραδιδόντος, ἐπεί τε ἀνδρὸς ηὐπόρητο οὐ μόνον στέγειν ὧν πύθοιτο προσθησομένου, ἀλλὰ καὶ γνώμην φανεροῦντος τὴν αὐτοῦ, πολλῷ μᾶλλον ἦρτο, καὶ μηδὲν εἰς ἀναβολὰς ἐδεῖτο τοῦ Χαιρέου.
τρέπονταί τε ὡς Μινουκιανόν, αὐτοῖς μὲν ἐπιτηδεύσει ἀρετῆς καὶ τῷ ὁμοζήλῳ τοῦ μεγαλόφρονος συγγενῆ, Γαΐῳ δʼ ὕποπτον τῆς Λεπίδου τελευτῆς, πάνυ γὰρ δὴ φίλοι ἐγένοντο Μινουκιανός τε καὶ Λέπιδος, καὶ δείματι κινδύνων τῶν καθʼ αὑτόν.
πᾶσι γὰρ τοῖς ἐν τέλει φοβερὸς ἦν Γάιος, ὡς ἐπʼ αὐτὸν ἕκαστον καὶ πρὸς οὕστινας τῇ μανίᾳ χρῆσθαι μὴ ἀφησόμενος,
φανεροί τε ἀλλήλοις ἦσαν τῆς ἐπὶ πράγμασιν ἀχθηδόνος, διασαφεῖν μὲν ἀλλήλοις ἄντικρυς τὴν διάνοιαν καὶ μῖσος τὸ πρὸς Γάιον φόβῳ τε κινδύνων ἀφέμενοι ἄλλως τε αἰσθανόμενοι τοῦ ἀλλήλων μίσους πρὸς τὸν Γάιον καὶ διʼ αὐτὸ εὐνοίᾳ χρῆσθαι τὰ πρὸς ἀλλήλους μὴ ἀπηλλαγμένοι.
Γενομένων δʼ αὐτοῖς ἀξιώσεων ἐπείπερ συνέβαλον, εἰωθότες καὶ πρότερον ὁπότε συνέλθοιεν τίμιον ἡγεῖσθαι τὸν Μινουκιανὸν ὑπεροχῇ τε ἀξιώματος, γενναιότατος γὰρ ἦν τῶν πολιτῶν, καὶ τῷ ἐπὶ πᾶσιν ἐπαινουμένῳ,
μᾶλλον ὡς ἅπτοιτό τινος λόγου φθάσαι κἀκεῖνος εἴ ποτε Χαιρέαν, ὅ τι καὶ παραλάβοι σημεῖον τῆς ἡμέρας ἐκείνης· ἀοίδιμος γὰρ διὰ τῆς πόλεως ἦν ἡ εἰς τὸν Χαιρέαν διὰ τῶν σημείων τῆς δόσεως πρασσομένη ὕβρις.
ὁ δὲ χάρματι τοῦ λόγου μηδὲν μελλήσας ἠμείβετο τοῦ Μινουκιανοῦ τὸ ἐπὶ τοιοῖσδε πιστεῦσαν ὁμιλίᾳ χρήσασθαι πρὸς αὐτόν, καί σύ μοι δίδως, εἶπεν, σημεῖον ἐλευθερίας, χάρις δέ σοι τοῦ ἀνεγείραντός με μειζόνως ἤπερ εἴωθα ἐμαυτὸν ὁρμᾶν,
οὐδέν μοι χρεία πλειόνων ἔτι λόγων, οἵ με θαρσοῖεν, εἰ δὴ καὶ σοὶ ταῦτα δοκεῖ, γνώμης τε τῆς αὐτῆς κοινωνοὶ καὶ πρότερον ἢ συνελθεῖν γεγόναμεν. καὶ ἓν μὲν ὑπέζωμαι ξίφος, ἀμφοῖν δʼ ἂν ἀρκέσειεν.
ὥστε ἴθι καὶ ἔργων ἐχώμεθα, ἡγεμών τʼ ἴσθι, ᾗ βούλοιο αὐτὸς κελεύων με χωρεῖν, ᾗ καὶ προσοίσομαι, ἐπικουρίᾳ τῇ σῇ συμπράσσοντος τε πίσυνος. οὐδὲ ἀπορία σιδήρου τοῖς τὴν ψυχὴν εἰς τὰ ἔργα προσφερομένοις, διʼ ἣν καὶ ὁ σίδηρος δραστήριος εἴωθεν εἶναι.
ὥρμηκά τε εἰς τὴν πρᾶξιν οὐχ ὧν ἂν αὐτὸς πάθοιμι ἐλπίδι περιφερόμενος· οὐ γὰρ σχολὴ κινδύνους μοι κατανοεῖν τοὺς ἐμαυτοῦ δουλώσει τε πατρίδος ἐλευθερωτάτης ἐπαλγοῦντι τῶν νόμων τῆς ἀρετῆς ἀφῃρημένης τούς τε πάντας ἀνθρώπους ὀλέθρου διὰ Γάιον κατειληφότος.
ἄξιος δʼ ἂν εἴην παρὰ σοὶ δικαστῇ πίστεως ἐπὶ τοιούτοις τυγχάνειν ὑπὸ τοῦ ὅμοια φρονεῖν αὐτοῖς καὶ σὲ μὴ ἀπηλλάχθαι.
Μινουκιανὸς δὲ τὴν ὁρμὴν τῶν λόγων θεασάμενος ἠσπάζετό τε ἀσμένως καὶ προσπαρίστατο τὴν τόλμαν αὐτοῦ ἐπαινέσας τε καὶ ἀσπασάμενος μετʼ εὐχῶν καὶ ἱκετείας ἀπελύοντο.
καὶ ἰσχυρίζοντό τινες ὡς βεβαιοῦν τὰ εἰρημένα εἰσιόντος γὰρ εἰς τὸ βουλευτήριον Χαιρέου φωνὴν ἐκ τοῦ πλήθους γενέσθαι τινὸς ἐπʼ ἐξορμήσει κελεύοντος περαίνειν μὲν δὴ τὸ πρακτέον καὶ προσλαμβάνειν τὸ δαιμόνιον.
καὶ τὸν Χαιρέαν τὸ μὲν πρῶτον ὑπιδέσθαι, μὴ καί τινος τῶν συνωμοτῶν προδότου γεγονότος ἁλίσκοιτο, καὶ τέλος συνέντα ἐπὶ προτροπῇ φέρειν πρῶτον εἴτε παραινέσει τῶν συνεγνωκότων ἀντισημαίνοντός τινος, εἴτε δὴ καὶ τοῦ θεοῦ, ὃς ἐφορᾷ τὰ ἀνθρώπινα, αἴροντος αὐτόν.
διεληλύθει δὲ διὰ πολλῶν τὸ ἐπιβούλευμα καὶ πάντες ἐν ὅπλοις παρῆσαν, οἱ μὲν τῶν βουλευτῶν ὄντες οἱ δὲ ἱππεῖς καὶ ὁπόσοι τοῦ στρατιωτικοῦ συνῄδεσαν· οὐδεὶς γὰρ ἦν, ὃς μὴ ἐν εὐδαιμονίᾳ ἂν ἠρίθμει τὴν Γαΐου μετάστασιν·
καὶ διʼ αὐτὸ πάντες ἠπείγοντο ὁποίῳ δύναιτό τις τρόπῳ μηδὲ ἑκὼν εἶναι τῆς ἐπὶ τοιούτοις ἀρετῆς ὑστερεῖν, ἀλλʼ ὡς ἔχοι προθυμίας ἢ δυνάμεως καὶ λόγοις καὶ διʼ ἔργων ἦρτο ἐπὶ τῇ τυραννοκτονίᾳ,
ἐπεὶ καὶ Κάλλιστος, ἀπελεύθερος δʼ ἦν Γαΐου πλεῖστά τε ἀνὴρ εἷς οὗτος ἐπὶ μέγιστον δυνάμεως ἀφίκετο καὶ οὐδὲν ἄλλο ἢ ἰσοτύραννον εἶχε τὴν δύναμιν φόβῳ τε τῶν πάντων καὶ μεγέθει χρημάτων, ἅπερ ἐγένετο αὐτῷ·
δωροδοκώτατος γὰρ ἦν καὶ ὑβριστότατος παρʼ ὁντινοῦν γίνεται, ἐξουσίᾳ χρησάμενος παρὰ τὸ εἰκός· καὶ ἄλλως τε τοῦ Γαΐου τὴν φύσιν ἐξεπιστάμενος ἀνήκεστον οὖσαν καὶ ἐφʼ οἷστισι κρίνειεν οὐδαμῶς ἀντισπάσματι χρωμένην, αὐτῷ τε πολλὰς μὲν καὶ ἄλλας αἰτίας τοῦ κινδυνεύειν, οὐχ ἥκιστα δὲ τὸ μέγεθος τῶν χρημάτων·
ὥστε δὴ καὶ Κλαύδιον ἐθεράπευε κρυπτῶς μετακαθίζων πρὸς αὐτὸν ἐλπίδι τοῦ κἂν εἰς ἐκεῖνον ἥξειν τὴν ἡγεμονίαν Γαΐου μεταστάντος, αὐτῷ τὴν ὑπόθεσιν τῆς τιμῆς τὴν ἐφʼ ὁμοίοις ἰσχὺν προκαταθέμενος χάριν καὶ φιλανθρωπίας λόγον.
ἐτόλμησεν γοῦν εἰπεῖν, ὡς κελευσθεὶς διαχρήσασθαι φαρμάκῳ τὸν Κλαύδιον μυρίας εὕροιτο τοῦ χρήματος τὰς ὑπερβολάς.
δοκεῖν δὲ προσεποιεῖτο Κάλλιστος ἐπὶ θήρᾳ τῇ Κλαυδίου τὸν λόγον τοῦτον, ἔπειτα οὔτε Γάιος ὡρμηκὼς μεταχειρίσασθαι Κλαύδιον ἠνείχετο τῶν Καλλίστου προφάσεων οὔτε Κάλλιστος κελευσθείς που τὴν πρᾶξιν εὐκτὸν ὑπελάμβανεν ἢ κακουργῶν εἰς τοῦ δεσπότου τὰς ἐπιστολὰς οὐκ ἂν ἐκ τοῦ παραχρῆμα τὸν μισθὸν ἐκομίζετο.
ἀλλὰ δὴ Κλαυδίῳ μὲν ἔκ τινος θείας δυνάμεως χρήσασθαι μανιῶν τῶν Γαΐου, Κάλλιστος προσποιήσασθαι χάριτος κατάθεσιν μηδαμῶς ὑπʼ αὐτοῦ γενομένης.
Τοῖς ἀμφὶ τὸν Χαιρέαν ὑπερβολαὶ τὸ καθʼ ἡμέραν ἦσαν ὀκνούντων πολλῶν οὐ γὰρ Χαιρέας ἔσται ἑκὼν εἶναι τοῦ πράσσειν ἀναβολὴν ἐποιεῖτο, πάντα καιρὸν ἐπιτήδειον τῇ πράξει νομίζων.