Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 19

70 Τοῖς ἀμφὶ τὸν Χαιρέαν ὑπερβολαὶ τὸ καθʼ ἡμέραν ἦσαν ὀκνούντων πολλῶν οὐ γὰρ Χαιρέας ἔσται ἑκὼν εἶναι τοῦ πράσσειν ἀναβολὴν ἐποιεῖτο, πάντα καιρὸν ἐπιτήδειον τῇ πράξει νομίζων.
71 καὶ γὰρ εἰς τὸ Καπετώλιον ἀνιόντα καὶ τὰς θυσίας ὑπὲρ τῆς θυγατρὸς ἐπιτελουμένας ὑπὸ τοῦ Γαΐου παρῆν πολλάκις καιρός, καὶ ὑπὲρ τῆς βασιλικῆς ἱστάμενον καὶ τῷ δήμῳ χρυσίου καὶ ἀργυρίου χρήματα διαρριπτοῦντα ὦσαι κατὰ κεφαλῆς, ὑψηλὸν δʼ ἐστὶ τὸ τέγος εἰς τὴν ἀγορὰν φέρον, ἐπί τε τῶν μυστηρίων ταῖς ποιήσεσιν ἃ συνίστατο·
72 πάντων γὰρ αὐτὸν ἀπερίοπτον εἶναι προνοίᾳ τοῦ ἐν αὐτοῖς εὐπρεπῶς ἀναστραφησομένου καὶ ἀπογνώσει τοῦ ἐν ἐπιχειρήσει τινὶ γενέσθαι πιστεύοντα εἰ δὲ μηδὲν τίμιον ὡς τῶν θεῶν αὐτῷ δύναμιν τοῦ θανάτου παρατυγχάνειν,
73 αὐτῷ δʼ ἂν ἰσχὺν ἐγγενέσθαι καὶ μὴ σιδηροφορουμένῳ διαχρήσασθαι τότε Γάιον. οὕτως εὐχῆς εἶχε τοὺς συνωμότας ὁ Χαιρέας δεδιὼς τοὺς καιροὺς μὴ διαρρυεῖεν.
74 οἱ δὲ ἑώρων μὲν νομίμων τε χρῄζοντα καὶ ἐπʼ ἀγαθοῖς τοῖς αὐτῶν ἐπειγόμενον, οὐ μὴν ἀλλʼ ἠξίουν εἰς ὀλίγον γοῦν ὑπερβολῇ χρήσασθαι, μὴ καί πῃ σφάλματος τῇ ἐπιχειρήσει συνελθόντος ταράξαιεν τὴν πόλιν ζητήσεων τῶν συνεγνωκότων τὴν πρᾶξιν γινομένων καὶ τοῖς αὐτοῖς μελλήσουσιν ἐπιχειρεῖν ἄπορον τὴν ἀνδραγαθίαν φραξαμένου Γαΐου πρὸς αὐτοὺς μειζόνως.
75 καλῶς οὖν ἔχειν θεωριῶν ἐν τῷ Παλατίῳ ἐπιτελουμένων ἅπτεσθαι τοῦ χρήματος· ἄγονται δὲ ἐπὶ τιμῇ τοῦ πρώτου μεταστησαμένου τὴν ἀρχὴν τοῦ δήμου Καίσαρος εἰς αὐτὸν μικρόν τε πρὸ τοῦ βασιλείου καλύβης πηκτοῦ γενομένης, καὶ Ῥωμαίων τε οἱ εὐπατρίδαι θεωροῦσιν ὁμοῦ παισὶν καὶ γυναιξὶν καὶ ὁ Καῖσαρ·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme