Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 18

 
Γάιος δὲ ἐν δεινῷ φέρων εἰς τοσόνδε ὑπὸ Ἰουδαίων περιῶφθαι μόνων πρεσβευτὴν ἐπὶ Συρίας ἐκπέμπει Πετρώνιον διάδοχον Οὐιτελλίῳ τῆς ἀρχῆς, κελεύων χειρὶ πολλῇ εἰσβαλόντι εἰς τὴν Ἰουδαίαν, εἰ μὲν ἑκόντες δέχοιντο, ἱστᾶν αὐτοῦ ἀνδριάντα ἐν τῷ ναῷ τοῦ θεοῦ, εἰ δʼ ἀγνωμοσύνῃ χρῷντο, πολέμῳ κρατήσαντα τοῦτο ποιεῖν.
 
καὶ Πετρώνιος Συρίαν παραλαβὼν ἠπείγετο διακονεῖσθαι ταῖς ἐπιστολαῖς τοῦ Καίσαρος, συμμαχίαν τε πλείστην ὅσην ἠδύνατο ἀθροίσας καὶ τάγματα δύο τῆς Ῥωμαίων δυνάμεως ἄγων ἐπὶ Πτολεμαΐδος παρῆν αὐτόθι χειμάσων ὡς πρὸς ἔαρ τοῦ πολεμεῖν οὐκ ἀφεξόμενος, καὶ πρὸς τὸν Γάιον ἔγραφεν περὶ τῶν ἐπεγνωσμένων. ὁ δὲ ἐπῄνει τῆς προθυμίας αὐτὸν καὶ ἐκέλευεν μὴ ἀνιέναι πολεμεῖν δὲ μὴ πειθομένοις ἐντεταμένως.
 
Ἰουδαίων δὲ πολλαὶ μυριάδες παρῆσαν ὡς τὸν Πετρώνιον εἰς Πτολεμαΐδα κατὰ δεήσεις μηδὲν ἐπὶ παρανομίᾳ σφᾶς ἐπαναγκάζειν καὶ παραβάσει τοῦ πατρίου νόμου.
 
εἰ δέ σοι πάντως πρόκειται τὸν ἀνδριάντα φέρειν καὶ ἱστᾶν, ἡμᾶς αὐτοὺς πρότερον μεταχειρισάμενος πρᾶσσε τὰ δεδογμένα· οὐδὲ γὰρ δυνάμεθα περιόντες θεωρεῖν πράγματα ἡμῖν ἀπηγορευμένα ἀξιώματί τε τοῦ νομοθέτου καὶ προπατόρων τῶν ἡμετέρων τῶν εἰς ἀρετὴν ἀνήκειν αὐτὰ κεχειροτονηκότων. Πετρώνιος δὲ ὀργὴν λαβὼν εἶπεν·
 
ἀλλʼ εἰ μὲν αὐτοκράτωρ ὢν βουλεύμασι χρῆσθαι τοῖς ἐμαυτοῦ τάδε πράσσειν ἐπενόουν, κἂν δίκαιος ἦν ὑμῖν πρός με οὗτος ὁ λόγος. νυνὶ δέ μοι Καίσαρος ἐπεσταλκότος πᾶσα ἀνάγκη διακονεῖσθαι τοῖς ἐκείνῳ προανεψηφισμένοις διὰ τὸ εἰς ἀνηκεστοτέραν φέρειν ζημίαν τὴν παρακρόασιν αὐτῶν. ἐπεὶ τοίνυν οὕτως φρονεῖς,
 
ὦ Πετρώνιε, φασὶν οἱ Ἰουδαῖοι, ὡς μὴ ἂν ἐπιστολὰς τὰς Γαΐου παρελθεῖν, οὐδʼ ἂν αὐτοὶ παραβαίημεν τοῦ νόμου τὴν προαγόρευσιν θεοῦ πεισθέντες ἀρετῇ καὶ προγόνων πόνοις τῶν ἡμετέρων εἰς νῦν ἀπαράβατοι μεμενηκότες, οὐδʼ ἂν τολμήσαιμεν ἐπὶ τοσοῦτον κακοὶ γενέσθαι, ὥστε ὁπόσα ἐκείνῳ δόξειεν μὴ πρασσόμενα ἀγαθοῦ ῥοπὴν ἡμῖν φέρειν αὐτοὶ παραβαίνειν ποτʼ ἂν θάνατον φοβηθέντες.
 
ὑπομενοῦμεν δὲ εἰς τύχας ἰόντες ἐπὶ φυλακῇ τε πατρίων καὶ κινδυνεύειν προθεμένοις ἐλπίδα οὖσαν ἐξεπιστάμενοι κἂν περιγενέσθαι διά τε τοῦ θεοῦ τὸ στησόμενον μεθʼ ἡμῶν ἐπὶ τιμῇ τε τῇ ἐκείνου τὰ δεινὰ ὑποδεχομένων καὶ τῆς τύχης τὸ ἐπʼ ἀμφότερα φιλοῦν τοῖς πράγμασι παρατυγχάνειν,
 
ἐκ δὲ τοῦ σοὶ πείθεσθαι πολλὴν μὲν λοιδορίαν τοῦ ἀνάνδρου προσκεισομένην ὡς διʼ αὐτὸ παράβασιν τοῦ νομίμου προσποιουμένοις, καὶ ἅμα πολλὴν ὀργὴν τοῦ θεοῦ, ὃς καὶ παρὰ σοὶ δικαστῇ γένοιτʼ ἂν βελτίων Γαΐου.
 
Καὶ ὁ Πετρώνιος ἐκ τῶν λόγων θεασάμενος δυσνίκητον αὐτῶν τὸ φρονοῦν καὶ μὴ ἂν ἀμαχεὶ δύναμιν αὐτῷ γενέσθαι διακονήσασθαι Γαΐῳ τὴν ἀνάθεσιν τοῦ ἀνδριάντος πολὺν δὲ ἔσεσθαι φόνον, τούς τε φίλους ἀναλαβὼν καὶ θεραπείαν, ἣ περὶ αὐτὸν ἦν, ἐπὶ Τιβεριάδος ἠπείγετο χρῄζων κατανοῆσαι τῶν Ἰουδαίων τὰ πράγματα ὡς ἔχοι.
 
καὶ Ἰουδαῖοι μέγαν ἡγούμενοι τὸν ἐκ τοῦ πρὸς Ῥωμαίους πολέμου κίνδυνον, πολὺ μείζονα δὲ κρίνοντες τὸν ἐκ τοῦ παρανομεῖν, αὖθις πολλαὶ μυριάδες ὑπηντίαζον Πετρώνιον εἰς τὴν Τιβεριάδα γενόμενον,
 
καὶ ἱκετείᾳ χρώμενοι μηδαμῶς εἰς ἀνάγκας τοιαύτας αὐτοὺς καθιστᾶν μηδὲ μιαίνειν ἀνδριάντος ἀναθέσει τὴν πόλιν, πολεμήσετε ἄρα Καίσαρι, Πετρώνιος ἔφη, μήτε τὴν ἐκείνου παρασκευὴν λογιζόμενοι μήτε τὴν ὑμετέραν ἀσθένειαν; οἱ δʼ οὐδαμῶς πολεμήσαιμεν, ἔφασαν, τεθνηξόμεθα δὲ πρότερον ἢ παραβῆναι τοὺς νόμους. ἐπί τε τὰ πρόσωπα κείμενοι καὶ τὰς σφαγὰς προδεικνύντες ἕτοιμοι κτιννύεσθαι ἔλεγον εἶναι.
 
καὶ ταῦτʼ ἐπράσσετο ἐπὶ ἡμέρας τεσσαράκοντα, καὶ τοῦ γεωργεῖν ἀπερίοπτοι τὸ λοιπὸν ἦσαν καὶ ταῦτα τῆς ὥρας οὔσης πρὸς σπόρῳ, πολλή τε ἦν προαίρεσις αὐτοῖς καὶ τοῦ θνήσκειν ἐπιθυμίας πρόθεσις, ἢ τὴν ἀνάθεσιν θεάσασθαι τοῦ ἀνδριάντος.
 
Ἐν τούτοις ὄντων τῶν πραγμάτων Ἀριστόβουλος ὁ Ἀγρίππου τοῦ βασιλέως ἀδελφὸς καὶ Ἑλκίας ὁ μέγας ἄλλοι τε οἱ κράτιστοι τῆσδε τῆς οἰκίας καὶ οἱ πρῶτοι σὺν αὐτοῖς εἰσίασιν ὡς τὸν Πετρώνιον παρακαλοῦντες αὐτόν,
 
ἐπειδὴ τὴν προθυμίαν ὁρᾷ τῆς πληθύος, μηδὲν εἰς ἀπόνοιαν αὐτῆς παρακινεῖν, ἀλλὰ γράφειν πρὸς Γάιον τὸ ἀνήκεστον αὐτῶν πρὸς τὴν ἀποδοχὴν τοῦ ἀνδριάντος, πῶς τε ἀποστάντες τοῦ γεωργεῖν ἀντικαθέζονται, πολεμεῖν μὲν οὐ βουλόμενοι διὰ τὸ μηδʼ ἂν δύνασθαι, θανεῖν δʼ ἔχοντες ἡδονὴν πρὶν παραβῆναι τὰ νόμιμα αὐτοῖς, ὥστε ἀσπόρου τῆς γῆς γενομένης λῃστεῖαι ἂν φύοιντο ἀδυναμίᾳ καταβολῆς τῶν φόρων.
 
ἴσως γὰρ ἂν ἐπικλασθέντα τὸν Γάιον μηδὲν ὠμὸν διανοηθῆναι μηδὲ ἐπʼ ἀναστάσει φρονῆσαι τοῦ ἔθνους· ἐμμένοντος δὲ τῇ τότε βουλῇ τοῦ πολεμεῖν τότε δὴ καὐτὸν ἅπτεσθαι τοῦ πράγματος.
 
καὶ οἱ μὲν ἀμφὶ τὸν Ἀριστόβουλον ἐπὶ τούτοις τὸν Πετρώνιον παρεκάλουν. Πετρώνιος δὲ τοῦτο μὲν τῶν περὶ τὸν Ἀριστόβουλον παντοίως ἐπικειμένων διὰ τὸ ὑπὲρ μεγάλων ποιεῖσθαι τὴν δέησιν καὶ πάσῃ μηχανῇ χρησαμένων εἰς τὰς ἱκετείας,
 
τοῦτο δὲ τῶν Ἰουδαίων θεώμενος τὴν ἀντιπαράταξιν τῆς γνώμης καὶ δεινὸν ἡγούμενος τοσαῖσδε ἀνθρώπων μυριάσιν μανίᾳ τῇ Γαΐου διακονούμενος ἐπαγαγὼν θάνατον ἐν αἰτίᾳ τὸ πρὸς θεὸν σεβάσμιον ἔχειν καὶ μετὰ πονηρᾶς τὸν μετὰ ταῦτα βίον ἐλπίδος διαιτᾶσθαι, πολὺ κρεῖσσον ἡγεῖτο ἐπιστείλας τῷ Γαΐῳ τὸ ἀνήκεστον αὐτῶν ὀργὴν φέροντος μὴ ἐκ τοῦ ὀξέος δεδιακονημένου αὐτοῦ ταῖς ἐπιστολαῖς·
 
τάχα μὲν γὰρ καὶ πείσειν· καὶ τῇ τὸ πρῶτον μανίᾳ τῆς γνώμης ἐπιμένοντος ἅψεσθαι πολέμου τοῦ πρὸς αὐτούς, εἰ δʼ ἄρα τι καὶ κατʼ αὐτοῦ τρέποι τῆς ὀργῆς, καλῶς ἔχειν τοῖς ἀρετῆς μεταποιουμένοις ὑπὲρ τοσῆσδε ἀνθρώπων πληθύος τελευτᾶν, ἔκρινε πιθανὸν ἡγεῖσθαι τῶν δεομένων τὸν λόγον.
 
Συγκαλέσας δὲ εἰς τὴν Τιβεριάδα τοὺς Ἰουδαίους, οἱ δὲ ἀφίκοντο πολλαὶ μυριάδες, καταστὰς ἐπʼ αὐτῶν τήν τε ἐν τῷ παρόντι στρατείαν οὐ γνώμης ἀπέφαινε τῆς αὐτοῦ τοῦ δὲ αὐτοκράτορος τῶν προσταγμάτων, τὴν ὀργὴν οὐδὲν εἰς ἀναβολάς, ἀλλʼ ἐκ τοῦ παραχρῆμα ἐπιφέρεσθαι τοῖς πράγμασιν τοῖς παρακροᾶσθαι θάρσος εἰσφερομένοις· ᾧ καλῶς ἔχον ἐστὶν τόν γε τιμῆς τοσαύτης ἐπιτετευχότα συγχωρήσει τῇ ἐκείνου οὐδὲν ἐναντίον πράσσειν·
 
οὐ μὴν δίκαιον ἡγοῦμαι ἀσφάλειάν τε καὶ τιμὴν τὴν ἐμαυτοῦ μὴ οὐχ ὑπὲρ τοῦ ὑμετέρου μὴ ἀπολουμένου τοσούτων ὄντων ἀναλοῦν διακονούμενον τῇ ἀρετῇ τοῦ νόμου, ὃν πάτριον ὄντα περιμάχητον ἡγεῖσθε, καὶ τῇ ἐπὶ πᾶσιν ἀξιώσει καὶ δυνάμει τοῦ θεοῦ, οὗ τὸν ναὸν οὐκ ἂν περιιδεῖν τολμήσαιμι ὕβρει πεσεῖν τῆς τῶν ἡγεμονευόντων ἐξουσίας.
 
στέλλω δὲ ὡς Γάιον γνώμας τε τὰς ὑμετέρας διασαφῶν καί πῃ καὶ συνηγορίᾳ χρώμενος ὑπὲρ τοῦ καθʼ ἡμᾶς παρὰ γνώμην πεισομένην οἷς προύθεσθε ἀγαθοῖς. καὶ συμπράσσοι μὲν ὁ θεός, βελτίων γὰρ ἀνθρωπίνης μηχανῆς καὶ δυνάμεως ἡ κατʼ ἐκεῖνον ἐξουσία, πρυτανεύων ὑμῖν τε τὴν τήρησιν τῶν πατρίων καὶ αὐτῷ τὸ μηδὲν ἀνθρωπείαις παρὰ γνώμην βουλεύσεσι τιμῶν τῶν εἰωθυιῶν ἁμαρτεῖν.
 
εἰ δʼ ἐκπικρανθεὶς Γάιος εἰς ἐμὲ τρέψει τὸ ἀνήκεστον τῆς ὀργῆς, τλήσομαι πάντα κίνδυνον καὶ πᾶσαν ταλαιπωρίαν συνιοῦσαν τῷ σώματι καὶ τῇ τύχῃ ὑπὲρ τοῦ μὴ ὑμᾶς τοσούσδε ὄντας ἐπὶ οὕτως ἀγαθαῖς ταῖς πράξεσι διολλυμένους θεωρεῖν.
 
ἄπιτε οὖν ἐπὶ ἔργα τὰ αὐτῶν ἕκαστοι καὶ τῇ γῇ ἐπιπονεῖτε. πέμψω δʼ αὐτὸς ἐπὶ Ῥώμης καὶ τὰ πάντα ὑπὲρ ὑμῶν διʼ ἐμαυτοῦ καὶ τῶν φίλων οὐκ ἀποτραπήσομαι διακονεῖν.
 
Ταῦτα εἰπὼν καὶ διαλύσας τῶν Ἰουδαίων τὸν σύλλογον προμηθεῖσθαι τῶν εἰς τὴν γεωργίαν ἠξίου τοὺς ἐν τέλει καὶ καθομιλεῖν τὸν λαὸν ἐλπίσι χρησταῖς. καὶ ὁ μὲν εὐθυμεῖν τὸ πλῆθος ἔσπευδεν. ὁ θεὸς δὲ παρρησίαν ἐπεδείκνυτο τὴν αὐτοῦ Πετρωνίῳ καὶ τὴν ἐπὶ τοῖς ὅλοις σύλληψιν·
 
ἅμα τε γὰρ ἐπαύετο τοῦ λόγου, ὃν πρὸς τοὺς Ἰουδαίους εἶπεν, καὶ αὐτίκα ὑετὸν ἠφίει μέγαν παρʼ ἐλπίδα τοῖς ἀνθρώποις γενόμενον διὰ τὸ ἐκείνην τὴν ἡμέραν αἴθριον ἕωθεν οὖσαν οὐδὲν ὄμβριον ἀποσημαίνειν ἐκ τῶν περὶ τὸν οὐρανὸν καὶ τὸ πᾶν ἔτος αὐχμῷ μεγάλῳ κατεσχημένον ἐπʼ ἀπογνώσει ποιεῖν τοὺς ἀνθρώπους ὕδατος τοῦ ἄνωθεν, εἰ καὶ σύννεφόν ποτε θεάσαιντο τὸν οὐρανόν.
 
ὥστε δὴ τότε πολλοῦ καὶ παρὰ τὸ εἰωθὸς καὶ παρὰ τὸ ἑτέρῳ δόξαν ἀφιγμένου ὕδατος τοῖς τε Ἰουδαίοις ἐλπὶς ἦν ἐπʼ οὐδαμοῖς ἀτυχήσειν Πετρώνιον ὑπὲρ αὐτῶν δεόμενον, ὅ τε Πετρώνιος κατεπέπληκτο μειζόνως ὁρῶν ἐναργῶς τὸν θεὸν τῶν Ἰουδαίων προμηθούμενον καὶ πολλὴν ἀποσημήναντα τὴν ἐπιφάνειαν, ὡς μηδʼ ἂν τοῖς ἔργῳ προθεμένοις τἀναντία φρονεῖν ἰσχὺν ἀντιλέξεως καταλελεῖφθαι.
 
ὡς δὲ καὶ πρὸς τὸν Γάιον σὺν τοῖς λοιποῖς ὁπόσα ἔγραφεν, ἐπαγωγὰ δὲ ἦν τὰ πάντα καὶ παντοίως παρακαλοῦντα μὴ τοσαύτας μυριάδας ἀνθρώπων ἀπονοεῖν, ἃς εἰ κτείνοι, οὐ γὰρ δίχα γε πολέμου παραχωρήσειν τοῦ νομίμου τῆς θρησκείας, προσόδου τε τῆς ἀπʼ αὐτῶν ἀποστερεῖσθαι καὶ τῷ τροπαίῳ τῆς ἀρᾶς ὑποτίθεσθαι τὸν μέλλοντα αἰῶνα.
 
κἄλλως θείου τοῦ προεστηκότος αὐτῶν τὴν δύναμιν ὡς ἀκραιφνῆ ἀπέφαινεν καὶ μηδὲν ἐνδοίαστον ἐπὶ δυνάμει τῇ αὐτῆς ἐπιδείκνυσθαι καταλείπουσαν. καὶ Πετρώνιος μὲν ἐν τούτοις ἦν.
 
Ἀγρίππας δὲ ὁ βασιλεύς, ἐτύγχανεν γὰρ ἐπὶ Ῥώμης διαιτώμενος, προύκοπτε φιλίᾳ τῇ πρὸς τὸν Γάιον μειζόνως. καί ποτε προθεὶς δεῖπνον αὐτῷ καὶ πρόνοιαν ἔχων πάντας ὑπερβαλέσθαι τέλεσί τε τοῖς εἰς τὸ δεῖπνον καὶ παρασκευῇ τοῦ εἰς ἡδονὴν φέροντος,
 
ὡς μὴ ὅπως ἄν τινα τῶν λοιπῶν, ἀλλὰ μηδʼ αὐτὸν Γάιον πιστεύειν ποτε ἰσωθῆναι θελήσοντα οὐχ ὅπως ὑπερβαλέσθαι· τοσοῦτον ὁ ἀνὴρ τῇ παρασκευῇ πάντας ὑπερῆρεν καὶ τῷ τὰ πάντα ἢ Καίσαρος ἐκφροντίσας παρασχεῖν.
 
καὶ ὁ Γάιος ἐκθαυμάσας τήν τε διάνοιαν αὐτοῦ καὶ τὴν μεγαλοπρέπειαν, ὡς ἐπʼ ἀρεσκείᾳ τῇ αὐτοῦ βιάζοιτο καὶ ὑπὲρ δύναμιν τῶν χρημάτων εὐπορίᾳ χρήσασθαι, βουλόμενός τε μιμήσασθαι τὴν Ἀγρίππου φιλοτιμίαν ἐφʼ ἡδονῇ τῇ αὐτοῦ πρασσομένην, ἀνειμένος ὑπὸ οἴνου καὶ τὴν διάνοιαν εἰς τὸ ἱλαρώτερον ἐκτετραμμένος, φησὶν ἐν συμποσίῳ παρακαλοῦντος εἰς πότον·
 
Ἀγρίππα, καὶ πρότερον μέν σοι τιμὴν συνῄδειν ᾗ ἐχρῶ τὰ πρὸς ἐμὲ καὶ πολλὴν εὔνοιαν μετὰ κινδύνων ἀποδειχθεῖσαν, οἷς ὑπὸ Τιβερίου περιέστης διʼ αὐτήν, ἐπιλείπεις τε οὐδὲν καὶ ὑπὲρ δύναμιν ἀρετῇ χρῆσθαι τῇ πρὸς ἡμᾶς. ὅθεν, αἰσχρὸν γὰρ ἡσσᾶσθαί με ὑπὸ τῆς σῆς σπουδῆς, ἀναλαβεῖν βούλομαι τὰ ἐλλελειμμένα πρότερον·
 
ὀλίγον γὰρ πᾶν ὁπόσον σοι δωρεῶν ἐχόμενον ἀπεμοιρασάμην. τὸ πᾶν, ὅπερ σοι ῥοπὴν ἂν προσθείη τοῦ εὐδαίμονος, δεδιακονήσεται γάρ σοι προθυμίᾳ τε καὶ ἰσχύι τῇ ἐμῇ. καὶ ὁ μὲν ταῦτα ἔλεγεν οἰόμενος γῆν τε πολλὴν τῆς προσόδου αἰτήσεσθαι ἢ καί τινων προσόδους πόλεων,
 
ὁ δὲ καίπερ τὰ πάντα ἐφʼ οἷς αἰτήσαι παρασκευασάμενος οὐκ ἐφανέρου τὴν διάνοιαν, ἀλλʼ ἐκ τοῦ ὀξέος ἀμείβεται τὸν Γάιον, ὅτι μήτε πρότερον κέρδος τὸ ἀπʼ αὐτοῦ καραδοκῶν παρὰ τὰς Τιβερίου ἐπιστολὰς θεραπεύσειεν αὐτὸν οὔτε νῦν πράσσειν τι τῶν εἰς χάριν τὴν ἐκείνου κερδῶν οἰκείων ἔν τισι λήψεσι.
 
μεγάλα δὲ εἶναι τὰ προδεδωρημένα καὶ περαιτέρω τοῦ θράσει χρωμένου τῶν ἐλπίδων· καὶ γὰρ εἰ τῆς σῆς ἐλάττονα γέγονεν δυνάμεως,
 
τῆς γʼ ἐμοῦ τοῦ εἰληφότος διανοίας τε καὶ ἀξιώσεως μείζονα. καὶ ὁ Γάιος ἐκπλαγεὶς τὴν ἀρετὴν αὐτοῦ πλειόνως ἐνέκειτο εἰπεῖν, ὅ τι χαρίζοιτʼ ἂν αὐτῷ παρασχόμενος. ὁ δέ, ἐπεί περ, ὦ δέσποτα, προθυμίᾳ τῇ σῇ δωρεῶν ἄξιον ἀποφαίνεις, αἰτήσομαι τῶν μὲν εἰς ὄλβον φερόντων οὐδὲν διὰ τὸ μεγάλως με ἐνδιαπρέπειν οἷς ἤδη παρέσχες·
 
ὅ τι δʼ ἂν σοὶ δόξαν προσποιοῖ τοῦ εὐσεβοῦς καὶ τὸ θεῖον σύμμαχον ἐφʼ οἷς θελήσειας παρακαλοῖ κἀμοὶ πρὸς εὐκλείας γένοιτο παρὰ τοῖς πυνθανομένοις, ὡς μηθενὸς ὧν χρησαίμην ὑπὸ τῆς σῆς ἐξουσίας ἀτυχεῖν πώποτε γνόντι· ἀξιῶ γάρ σοι τοῦ ἀνδριάντος τὴν ἀνάθεσιν, ἣν ποιήσασθαι κελεύεις Πετρώνιον εἰς τὸ Ἰουδαίων ἱερόν, μηκέτι πράσσειν διανοεῖσθαι.
 
Καὶ ὁ μὲν καίπερ ἐπικίνδυνον τοῦτο ἡγούμενος, εἰ γὰρ μὴ πιθανὰ ἔκρινε Γάιος, οὐδὲν ἄλλο ἢ ἐς θάνατον ἔφερεν, διὰ τὸ μεγάλα νομίζειν τε καὶ εἶναι κύβον ἀναρριπτεῖν τὸν ἐπʼ αὐτοῖς ἡγεῖτο.
 
Γάιος δὲ καὶ ἅμα τε τῇ θεραπείᾳ τοῦ Ἀγρίππου ἀνειλημμένος καὶ ἄλλως ἀπρεπὲς ὑπολαμβάνων ἐπὶ τοσῶνδε μαρτύρων ψευδὴς γενέσθαι περὶ ὧν προθύμως ἐβιάζετο αἰτεῖσθαι τὸν Ἀγρίππαν μετὰ τοῦ ὀξέος μεταμέλῳ χρώμενος,
 
ἅμα δὲ καὶ τοῦ Ἀγρίππου τὴν ἀρετὴν θαυμάσας, ἐν ὀλίγῳ αὔξειν τὴν οἰκείαν ἀρχὴν ἤτοι προσόδοις χρημάτων ἢ ἄλλῃ δυνάμει τοῦ κοινοῦ δὲ τῆς εὐθυμίας ἐπιμελοῖτο πρεσβεύων τοὺς νόμους καὶ τὸ θεῖον, συνεχώρει καὶ γράφει πρὸς τὸν Πετρώνιον, ἐκεῖνον τῆς τε ἀθροίσεως τοῦ στρατεύματος ἐπαινῶν καὶ τοῦ πρὸς αὐτὸν περὶ αὐτῶν ἐπεσταλκότος·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme