Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 18

367 Ἀνιλαίῳ δὲ προσῄει πλῆθος ἄπορον ἀνδρῶν πονηρῶν ἐν ὀλίγῳ τὴν σωτηρίαν ποιουμένων ῥᾳστώνης χάριτι τῆς εἰς τὸ παρόν, ὥστε ἀντανίσωμα τὴν τούτων πρόσοδον γενέσθαι πλῆθος τῶν ἀπολωλότων· οὐ μὴν ὅμοιοί γε ἦσαν τοῖς πεπτωκόσι διὰ τὸ ἀμελέτητον.
368 οὐ μὴν ἀλλὰ καὶ ταύταις ἐπιφοιτᾷ ταῖς κώμαις τῶν Βαβυλωνίων ἀνάστατά τε ἦν πάντα ταῦτα ὑπὸ τῆς Ἀνιλαίου ὕβρεως.
369 καὶ οἱ Βαβυλώνιοι καὶ οἱ ὄντες ἐν τῷ πολέμῳ πέμπουσιν ἐς τὰ Νέερδα πρὸς τοὺς ἐν αὐτῇ Ἰουδαίους Ἀνιλαῖον ἐξαιτούμενοι, καὶ μὴ δεξομένοις τὸν λόγον τοῦτον, οὐδὲ γὰρ βουλομένοις ἔκδοτον παρασχεῖν δυνηθῆναι, εἰρήνην προυκαλοῦντο· οἱ δὲ καὐτοὶ χρῄζειν ἔλεγον τῶν ἐπὶ τῆς εἰρήνης συμβάσεων καὶ πέμπουσι μετὰ τῶν Βαβυλωνίων ἄνδρας, οἳ διαλέξοιντο πρὸς τὸν Ἀνιλαῖον.
370 οἱ δὲ Βαβυλώνιοι κατοπτίας αὐτοῖς γενομένης μαθόντες τὸ χωρίον, ἐν ᾧ ἱδρυμένος ὁ Ἀνιλαῖος ἦν, ἐπιπεσόντες κρύφα νυκτὸς μεθύουσι καὶ καθʼ ὕπνον τετραμμένοις κτείνουσιν ἀδεῶς πάντας ὅσους ἐγκατέλαβον καὶ Ἀνιλαῖον αὐτόν.
371 Βαβυλώνιοι δὲ ἀπαλλαγέντες τῆς Ἀνιλαίου βαρύτητος, ἐπιστόμισμα γὰρ ἦν αὐτῶν μίσει τῷ πρὸς τοὺς Ἰουδαίους, ἀεὶ γὰρ ὡς ἐπὶ πολὺ διάφοροι καθεστήκεσαν αἰτίᾳ τῆς ἐναντιώσεως τῶν νόμων καὶ ὁποτέροις παραγένοιτο θαρρεῖν πρότεροι ἀλλήλων ἥπτοντο εἰ μὴ καὶ τότε οὖν ἀπολωλότων τῶν περὶ τὸν Ἀνιλαῖον ἐπετίθεντο τοῖς Ἰουδαίοις οἱ Βαβυλώνιοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme