Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 18

352 ἐπράσσετο δὲ οὐδὲν ἐκ τῶν λόγων· καὶ ἡ γυνὴ δὲ αἰσθανομένη μὲν τοῦ θροῦ τοῦ κατέχοντος τοὺς λαοὺς διʼ αὐτήν, δεδοικυῖα δὲ περὶ τοῦ Ἀνιλαίου, μὴ καί τι πάθοι ἔρωτι τῷ πρὸς αὐτήν, φάρμακον τῷ Ἀσιναίῳ δοῦσα ἐν τοῖς σιτίοις μεθίστατο τὸν ἄνθρωπον ἀδεής τε ἦν ἐπὶ κριτῇ τῶν περὶ αὐτὴν πραχθησομένων τῷ ἐραστῇ γενομένη.
353 Ἀνιλαῖος δὲ καταμόνας ἤδη τὴν ἡγεμονίαν παραλαβὼν ἐξάγει στρατιὰν ἐπὶ τὰς Μιθριδάτου κώμας ἀνδρὸς πρώτου ἐν τῇ Παρθυηνῇ καὶ βασιλέως Ἀρταβάνου τὴν θυγατέρα γεγαμηκότος, διὰ λείας τε ἦγεν αὐτάς, καὶ πολλὰ μὲν χρήματα καὶ ἀνδράποδα εὑρίσκεται, πολλὰ δὲ πρόβατα ἄλλα τε πολλὰ ὁπόσα ἐπὶ προσλήψει τοῦ εὐδαίμονος ὠφελεῖ τοῖς ἔχουσιν.
354 Μιθριδάτης δέ, ἐτύγχανε γὰρ τῇδε ὤν, ἐπειδὴ ἀκούει τῶν κωμῶν τὴν ἅλωσιν ἐν δεινῷ φέρων, ὁπότε μὴ προάρξαντος ἀδικεῖν Ἀνιλαῖος ἄρξαιτο καὶ παρόντος τοῦ ἀξιώματος ὑπεριδών, ἱππέας συναγαγὼν πλείστους ὅσους ἐδύνατο καὶ τῶν πλείστων τοὺς ἐν ἡλικίᾳ παρῆν ὡς προσμίξων τοῖς περὶ τὸν Ἀνιλαῖον καὶ ἔν τινι κώμῃ τῶν αὐτοῦ σχὼν ἡσύχαζεν, ὡς τῇ ἐπιούσῃ μαχησόμενος διὰ τὸ εἶναι σαββάτων ἡμέραν τοῖς Ἰουδαίοις ἐν ἀργίᾳ διαγομένην.
355 Ἀνιλαῖος δὲ ταῦτα πυθόμενος παρὰ ἀνδρὸς Σύρου ἀλλοφύλου ἐξ ἑτέρας κώμης τέ τε ἄλλα φράζοντος ἀκριβῶς καὶ τὸ χωρίον, ἔνθα Μιθριδάτης ἤμελλεν δαίνυσθαι, δειπνοποιησάμενος καθʼ ὥραν ἤλαυνε νυκτὸς ἀμαθέσι τῶν ποιουμένων χρῄζων τοῖς Παρθυαίοις ἐπιπεσεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme