Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 18

347 τοῖς μὲν ὡς ἡγεμόσι παρανομιῶν γεγονόσι, τοῖς δέ, ὅτι μὴ βοηθοῖεν αὐτῷ τοιάδε πάσχοντι διὰ τὸ ἐκδικεῖν τοῖς νόμοις, οἱ δὲ ἐβαρύνοντο μέν, ἠνείχοντο δέ, μνημονεύοντες οὐκ ἐξ ἄλλης αἰτίας ἀλλʼ ἰσχύι τῇ ἐκείνων τῇ εὐδαιμονίᾳ συνελθόντες.
348 ἐπεὶ δὲ καὶ τὴν θεραπείαν ἀκροῶνται τῶν θεῶν τῶν Παρθυαίοις τιμωμένων, οὐκέτι ἀνεκτὸν ἡγούμενοι τοῦ Ἀνιλαίου τὸ ὑβρίζον εἰς τοὺς νόμους ἐπὶ τὸν Ἀσιναῖον ἐλθόντες καὶ πλέονες ἤδη κατεβόων τοῦ Ἀνιλαίου,
349 φάμενοι καλῶς ἔχειν, εἰ μὴ πρότερον κατʼ αὐτὸν ἑώρα τὸ ὠφελοῦν ἀλλὰ νῦν γοῦν ἐπιστροφὴν ποιεῖσθαι τοῦ γεγονότος πρὶν ἢ τὴν ἁμαρτίαν ἐκείνῳ τε καὶ πᾶσι τοῖς ἄλλοις γενέσθαι εἰς ὄλεθρον ἀνακειμένην, τόν τε γάμον τῆς ἀνθρώπου λέγοντες οὐ μετʼ αὐτῶν οὐδʼ αὐτοῖς εἰωθότων τεθεῖσθαι νόμων καὶ τὴν θρησκείαν ἣν ἐπιτηδεύοι ἡ γυνὴ ἐπʼ ἀτιμώσει θεοῦ τοῦ αὐτοῖς σεβασμίου πράσσεσθαι.
350 ὁ δὲ καὐτὸς ᾔδει μὲν τὴν ἁμαρτάδα τοῦ ἀδελφοῦ μεγάλων αἰτίαν οὖσαν κακῶν καὶ ἐσομένην, οὐ μὴν ἀπείχετό γε εὐνοίᾳ τοῦ συγγενοῦς νικώμενος καὶ συγγνώμην νέμων ὡς ὑπὸ κρείσσονος κακοῦ τῆς ἐπιθυμίας νικωμένου.
351 ἐπεὶ δὲ πλείους τε ὁσημέραι συνεστρέφοντο καὶ πλείους ἦσαν αἱ καταβοαί, τηνικαῦτα δή φησιν περὶ αὐτῶν πρὸς Ἀνιλαῖον τοῖς τε πρῶτον γεγονόσιν ἐπιτιμῶν καὶ παύσασθαι τὸ λοιπὸν κελεύων τὴν ἄνθρωπον ἀποπεμψάμενον εἰς τοὺς συγγενεῖς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme