Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 18

338 ταῦτα εἰπὼν καὶ δῶρα δοὺς τοτηνίκα ἐκπέμπει τὸν Ἀσιναῖον. ὁ δὲ εἰς τὴν οἰκείαν παραγενόμενος φρούρια κατασκευάζει καὶ ὁπόσα πρότερον ὠχύρου, μέγας τε ἐν ὀλίγῳ γεγόνει καὶ οἷος οὐκ ἄλλος τῶν πρότερον ἐκ τοιαύτης ἀφορμῆς ἅψασθαι πραγμάτων ἐν τόλμῃ γεγονότων,
339 Παρθυαίων τε αὐτὸν ἐθεράπευον οἱ ταύτῃ καταπεμπόμενοι στρατηγοί· μικρὸν γὰρ ἐδόκει καὶ τῆς κατʼ αὐτὸν ἧσσον ἀρετῆς ἡ ἐκ Βαβυλωνίων προϊοῦσα τιμή. ἦν τε ἐν ἀξιώματι καὶ δυνάμει, πάντα τε ἤδη τὰ ἐπὶ τῆς Μεσοποταμίας πρὸς αὐτὸν ἦρτο πράγματα, προύκοπτέν τε αὐτῶν ἡ εὐδαιμονία ἐπὶ ἔτη πεντεκαίδεκα.
340 Ἀκμαζόντων δὲ αὐτοῖς τῶν ἀγαθῶν ἀρχὴ αὐτοὺς ἐπικαταλαμβάνει κακῶν ἐκ τοιᾶσδε αἰτίας, ἐπειδὴ τὴν ἀρετήν, ᾗ προύκοψαν ἐπὶ μέγα δυνάμεως, ἐκτρέπουσιν εἰς ὕβριν ἐπὶ παραβάσει τῶν πατρίων ὑπὸ ἐπιθυμιῶν καὶ ἡδονῆς ἐμπεσόντες τῶν Πάρθων τινί, στρατηγὸς δὲ ἀφίκετο τῶν ταύτῃ χωρίων,
341 ᾧ δὴ καὶ εἵπετο γαμετὴ τά τε ἄλλα καὶ εἰς τὸ ἐπαινεῖσθαι προειληφυῖα πασῶν καὶ μείζονα ῥοπὴν ἐπʼ αὐτῷ λαμβάνουσα θαύματι τοῦ εὐπρεποῦς.
342 ταύτης εἴτε ἀκοῇ τῆς εὐπρεπείας ἐκμαθὼν εἴτε καὶ ἄλλως αὐτόπτης γενόμενος Ἀνιλαῖος ὁ τοῦ Ἀσιναίου ἀδελφὸς ἐραστής τε ἐγεγόνει καὶ πολέμιος, τὸ μὲν ὑπὸ τοῦ μὴ ἄλλως ἐλπίζειν ἐκπράσσεσθαι τὴν σύνοδον τῆς γυναικὸς μὴ τὴν ἐξουσίαν ὡς ἐπʼ αὐτῇ κτηθείσῃ παραλαβών, τὸ δὲ ὑπὸ τοῦ δυσαντίλεκτον κρίνειν τὴν ἐπιθυμίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme