Book 18
ἰδίᾳ τε εὐεργέτις ἦν εἰς τὰ μέγιστα τοῦ Τιβερίου· ἐπιβουλῆς γὰρ μεγάλης συστάσης ἐπʼ αὐτὸν ὑπὸ Σηιάνου φίλου τε ἀνδρὸς καὶ δύναμιν ἐν τῷ τότε μεγίστην ἔχοντος διὰ τὸ τῶν στρατευμάτων εἶναι ἡγεμονίαν αὐτῷ, καὶ τῆς τε βουλῆς οἱ πολλοὶ καὶ τῶν ἀπελευθέρων προσέθεντο καὶ τὸ στρατιωτικὸν διέφθαρτο, προυκοπτέν τε ἡ ἐπιβουλὴ ἐπὶ μέγα κἂν ἐπέπρακτο Σηιάνῳ τὸ ἔργον μὴ τῆς Ἀντωνίας τόλμῃ χρησαμένης σοφωτέρᾳ τῆς Σηιάνου κακουργίας.
ἐπεὶ γὰρ μανθάνει τὰ ἐπὶ τῷ Τιβερίῳ συντεθειμένα, γράφει πρὸς αὐτὸν τὰ πάντα ἀκριβῶς καὶ Πάλλαντι ἐπιδοῦσα τὰ γράμματα τῷ πιστοτάτῳ τῶν δούλων αὐτῆς ἐκπέμπει πρὸς Τιβέριον εἰς τὰς Καπρέας. ὁ δὲ μαθὼν τόν τε Σηιᾶνον κτείνει καὶ τοὺς συνεπιβούλους, τήν τε Ἀντωνίαν καὶ πρὶν ἀξιολόγως ἄγων τιμιωτέραν τε ὑπελάμβανεν κἀπὶ τοῖς πᾶσι πιθανήν.
ὑπὸ δὴ ταύτης τῆς Ἀντωνίας ὁ Τιβέριος παρακαλούμενος ἐξετάσαι τὸν Εὔτυχον, ἀλλʼ εἰ μὲν καταψεύσειε, φησὶν ὁ Τιβέριος, ἔτι δε Ἀγρίππου τὰ εἰρημένα Εὔτυχος, ἀρκοῦσαν κομίζεται παρʼ αὐτοῦ τιμωρίαν, ἣν ἐπιτετίμηκα αὐτός· εἰ δὲ βασανιζομένου ἀληθῆ φανείη τὰ εἰρημένα, μήπου κολάζειν ποθῶν τὸν ἀπελεύθερον ἐπʼ αὐτὸν μᾶλλον καλοίη τὴν δίκην .
καὶ ὁ Ἀγρίππας ταῦτα φαμένης πρὸς αὐτὸν Ἀντωνίας πολλῷ μᾶλλον ἐπέκειτο ἀξιῶν ἐξέτασιν γενέσθαι τοῦ πράγματος, καὶ ἡ Ἀντωνία, οὐ γὰρ ἀνίει πολὺς ὢν ὁ Ἀγρίππας ἐπὶ τοῖσδε δεῖσθαι, καιρὸν παραλαβοῦσα τοιοῦτον·
αἰωρεῖτο μὲν Τιβέριος ἐπὶ φορείου κείμενος, προϊόντων Γαΐου τε τοῦ ἐκείνης υἱωνοῦ καὶ Ἀγρίππα, ἀπʼ ἀρίστου δʼ ἦσαν, παραπεριπατοῦσα τῷ φορείῳ παρεκάλει καλεῖσθαί τε τὸν Εὔτυχον καὶ ἐξετάζεσθαι.
ὁ δέ ἀλλʼ ἴστων μὲν Ἀντωνία, εἶπεν, οἱ θεοί, ὅτι μὴ τῇ ἐμαυτοῦ γνώμῃ ἀνάγκῃ δὲ τῆς σῆς παρακλήσεως ἐξαγόμενος πράξω τὰ πραξόμενα. ταῦτα εἰπὼν κελεύει Μάκρωνα, ὃς Σηιανοῦ διάδοχος ἦν, τὸν Εὔτυχον ἀγαγεῖν. καὶ ὁ μὲν οὐδὲν εἰς ἀναβολὰς παρῆν. Τιβέριος δʼ αὐτὸν ἤρετο, τί καὶ ἔχοι λέγειν κατʼ ἀνδρὸς ἐλευθερίαν αὐτῷ παρεσχηκότος.
ὁ δέ φησιν, ὦ δέσποτα, αἰωροῦντο μὲν ἐφʼ ἁμάξης Γάιός τε οὗτος καὶ Ἀγρίππας σὺν αὐτῷ καί σφων ἑζόμην παρὰ τοῖν ποδοῖν, λόγων δὲ πολλῶν ἀνακυκλουμένων Ἀγρίππας φησὶ πρὸς Γάιον· εἰ γὰρ ἀφίκοιτό ποτε ἡμέρα, ᾗ μεταστὰς ὁ γέρων οὗτος χειροτονοίη σε ἡγεμόνα τῆς οἰκουμένης· οὐδὲν γὰρ ἡμῖν Τιβέριος ὁ υἱωνὸς αὐτοῦ γένοιτʼ ἂν ἐμποδὼν ὑπὸ σοῦ τελευτῶν, καὶ ἥ τε οἰκουμένη γένοιτʼ ἂν μακαρία κἀγὼ πρὸ αὐτῆς.
Τιβέριος δὲ πιστὰ ἡγησάμενος τὰ εἰρημένα καὶ ἅμα μῆνιν ἀναφέρων τῷ Ἀγρίππᾳ παλαιάν, διότι κελεύσαντος αὐτοῦ θεραπεύειν Τιβέριον υἱωνόν τε αὐτοῦ γεγονότα καὶ Δρούσου παῖδα ὄντα, ὁ Ἀγρίππας ἀτίμως ἦγεν παρακροασάμενος τὰς ἐπιστολὰς καὶ πᾶς ὡς τὸν Γάιον μετεκάθιζεν,
τοῦτον μὲν δή, φησί, Μάκρων, δῆσον. Μάκρων δὲ τὰ μὲν οὐ σαφῶς ὅντινα προστάξειεν ἐξεπιστάμενος, τὰ δὲ οὐκ ἂν προσδοκῶν περὶ τῷ Ἀγρίππᾳ αὐτὸν κελεῦσαί τι τοιοῦτον, ἐπανεῖχεν ἀκριβωσόμενος τὰ εἰρημένα.
ἐπεὶ δʼ ὁ Καῖσαρ περιοδεύσας τὸν ἱππόδρομον λαμβάνει τὸν Ἀγρίππαν ἑστηκότα, καὶ μὴν δή, φησίν, Μάκρων, τοῦτον εἶπον δεθῆναι . τοῦ δὲ ἐπανερομένου ὅντινα, Ἀγρίππαν γε εἶπεν.
καὶ ὁ Ἀγρίππας τρέπεται μὲν κατὰ δεήσεις, τοῦ τε παιδὸς ᾧ συνετέθραπτο μνημονεύων καὶ τοῦ Τιβερίου τῆς ἐκτροφῆς, οὐ μὴν ἤνυέν γέ τι, ἀλλʼ ἦγον αὐτὸν ἐν πορφυρίσι δέσμιον.
καὶ καῦμά τε γὰρ σφοδρὸν ἦν καὶ ὑπὸ οἴνου τοῦ ἐπὶ σιτίοις μὴ πολλοῦ γεγονότος δίψος ἐξέκαιεν αὐτόν, καί τι καὶ ἠγωνία καὶ τὸ παρʼ ἀξίαν προσελάμβανεν, θεασάμενός τινα τῶν Γαΐου παίδων Θαυμαστὸν ὄνομα ὕδωρ ἐν ἀγγείῳ κομίζοντα ᾔτησε πιεῖν.
καὶ ὀρέξαντος προθύμως πιών, ἀλλʼ εἴπερ ἐπʼ ἀγαθοῖς, φησίν, ὦ παῖ, τὰ τῆσδέ σου τῆς διακονίας γέγονεν, διαφυγῆς μοι γενομένης τῶνδε τῶν δεσμῶν οὐκ ἂν βραδύνοιμι ἐλευθερίαν εἰσπρασσόμενός σοι παρὰ Γαΐου, ὃς καὶ δεσμώτῃ μοι γενομένῳ διακονεῖσθαι καθάπερ ἐν τῷ πρότερον καθεστηκότι σχήματι τῆς περὶ ἐμὲ ἀξιώσεως οὐκ ἐνέλιπες. καὶ οὐκ ἐψεύσατο ταῦτα εἰπών, ἀλλὰ δὴ ἠμείψατο·
ἐν ὑστέρῳ γὰρ βασιλεύσας τὸν Θαυμαστὸν μειζόνως ἐλεύθερόν τε ἀφῆκε παρὰ Γαΐου Καίσαρος γεγονότος λαβὼν καὶ τῆς οὐσίας ἐπίτροπον καθίστησι, τελευτῶν τε τῷ υἱεῖ Ἀγρίππᾳ καὶ Βερενίκῃ τῇ θυγατρὶ ἐπὶ τοῖς ὁμοίοις διακονησόμενον κατέλιπεν, ἐν τιμῇ τε ὢν ταύτῃ γηραιὸς τελευτᾷ. καὶ ταῦτα μὲν ὕστερον.
Ἀγρίππας δὲ τότε δεθεὶς εἱστήκει πρὸ τοῦ βασιλείου πρός τινι δένδρῳ κλιθεὶς ὑπὸ ἀθυμίας μετὰ πολλῶν οἳ ἐδέδεντο. καί τινος ὀρνέου καθίσαντος ἐπὶ τοῦ δένδρου, ᾧ Ἀγρίππας προσεκέκλιτο, βουβῶνα δὲ οἱ Ῥωμαῖοι τὸν ὄρνιν τοῦτον καλοῦσιν, τῶν δεσμωτῶν τις Γερμανὸς θεασάμενος ἤρετο τὸν στρατιώτην, ὅστις εἴη ὁ ἐν τῇ πορφυρίδι.
καὶ μαθὼν μὲν Ἀγρίππαν ὄνομα αὐτῷ, Ἰουδαῖον δὲ τὸ γένος καὶ τῶν ἐκείνῃ ἀξιολογωτάτων, ἠξίωσεν τὸν συνδεδεμένον αὐτῷ στρατιώτην πλησίον ἐλθεῖν διὰ λόγων· βούλεσθαι γάρ τινα ἀμφὶ τῶν πατρίων ἔρεσθαι αὐτόν.
καὶ τυχών, ἐπεὶ πλησίον ἵσταται, διʼ ἑρμηνέως ὦ νεανία, φησίν, καταχθεῖ μέν σε τὸ αἰφνίδιον τῆς μεταβολῆς πολλήν τε οὕτως καὶ ἀθρόαν ἐπαγαγὸν τὴν τύχην, ἀπιστία δέ σοι λόγων, οἳ ἐπὶ διαφυγῇ κακοῦ τοῦ ἐφεστηκότος διαιροῖντο τοῦ θείου τὴν πρόνοιαν.
ἴσθι γε μήν, θεοὺς τοὺς ἐμοὶ πατρῴους καὶ τοὺς τοῖσδε ἐγχωρίους, οἳ τόνδε ἐπρυτάνευσαν ἡμῖν τὸν σίδηρον, ἐπομνύμενος λέξω τὰ πάντα οὔτε ἡδονῇ γλωσσάργῳ διδοὺς τὸν ἐπʼ αὐτοῖς λόγον οὔτε διακενῆς εὐθυμεῖν σε ἐσπουδακώς.
αἱ γὰρ ἐπὶ τοιοῖσδε προαγορεύσεις ὑστερηκότος τοῦ ἀποδείξοντος ἔργου χαλεπωτέραν προστίθενται τὴν ἀχθηδόνα τοῦ μηδʼ εἰ τὴν ἀρχὴν ἀκροάσαιτο αὐτῶν. ἀλλὰ καὶ τὸ ἐμὸν κινδύνοις παραβαλλόμενος δίκαιον ἡγησάμην σοι διασαφῆσαι τὴν προαγόρευσιν τῶν θεῶν.
οὐκ ἔσθʼ ὅπως οὐκ εὐθέως ἀπαλλαγή τέ σοι τῶνδε τῶν δεσμῶν παρέσται καὶ πρόοδος ἐπὶ μήκιστον ἀξιώματός τε καὶ δυνάμεως, ζηλωτός τε ἂν γένοιο πᾶσιν, οἳ νῦν διʼ οἴκτου τὰς τύχας σου λαμβάνουσιν, εὐδαίμονά τε ἂν ποιοῖο τὴν τελευτὴν παισίν, οἷς ἔσῃ τὸν βίον καταλειπόμενος. μνημονεύειν δέ, ὁπότε εἰσαῦθις τὸν ὄρνιν θεάσαιο τοῦτον, πέντε ἡμέραις σοι τὴν τελευτὴν ἐσομένην.
ταῦτα πεπράξεται μὲν ᾗπερ ἀποσημαίνει τοῦ θεοῦ τὸ ἐξαποστεῖλαν τουτονὶ τὸν ὄρνιν. προγνώσει τε αὐτῶν σύνεσιν τὴν παραγενομένην ἀποστερεῖν σε ἄδικον ἡγησάμην, ὅπως ἐπιστάμενος ἀγαθοῦ μέλλοντος λυσιτελεῖν ἐν ὀλίγῳ τὴν ἀχθηδόνα τοῦ παρόντος τιθοῖο. μνήμην δὲ ποιεῖσθαι εἰς χεῖράς σου παραγενομένου τοῦ εὐδαίμονος καὶ τοῦ καθʼ ἡμᾶς διαφευξομένου δυστυχίαν, ᾗ τανῦν σύνεσμεν.
καὶ ὁ μὲν Γερμανὸς τοσάδε προειπὼν εἰς τοσόνδε ὦφλεν τῷ Ἀγρίππᾳ γέλωτα, ἐφʼ ὅσον ἐν τοῖς ὕστερον κατεφάνη τεθαυμάσθαι ἄξιος. ἡ δὲ Ἀντωνία χαλεπῶς φέρουσα τοῦ Ἀγρίππου τὴν δυστυχίαν τὸ μὲν Τιβερίῳ περὶ αὐτοῦ διαλέγεσθαι ἐργωδέστερον ἑώρα καὶ ἄλλως ἐπʼ ἀπράκτοις γενησόμενον,
εὑρίσκετο δʼ αὐτῷ παρὰ τοῦ Μάκρωνος στρατιωτῶν τε μετρίων ἀνδρῶν οἳ παραφυλάξειαν αὐτὸν ἐν φροντίσιν καὶ ἑκατοντάρχου τοῦ ἐφεστηξομένου τε ἐκείνοις καὶ συνδέτου ἐσομένου, λουτρά τε καθʼ ἡμέραν συγκεχωρῆσθαι καὶ ἀπελευθέρων καὶ φίλων εἰσόδους τήν τε ἄλλην ῥᾳστώνην, ἣ τῷ σώματι γένοιτʼ ἄν.
εἰσῄεσάν τε ὡς αὐτὸν φίλος τε Σίλας καὶ τῶν ἀπελευθέρων Μαρσύας καὶ Στοιχεὺς τροφὰς εἰσκομίζοντες αἷς ἔχαιρεν καὶ διʼ ἐπιμελείας πάσης ἔχοντες, ἱμάτιά τε κομίζοντες ἐπὶ προσποιήσει πράσεως ὁπότε νὺξ γένοιτο ὑπεστρώνυσαν αὐτῷ συμπράξει τῶν στρατιωτῶν Μάκρωνος προειρηκότος· καὶ ταῦτα ἐπράσσετο ἐπὶ μῆνας ἕξ. καὶ τὰ μὲν κατὰ Ἀγρίππαν ἐν τούτοις ἦν.
Τιβέριος δʼ ἐπανελθὼν εἰς τὰς Καπρέας ἐμαλακίζετο τὰ μὲν πρῶτα μετρίως, ἐπιδούσης δʼ εἰς τὸ μᾶλλον τῆς νόσου πονηρὰς ἔχων περὶ αὐτῷ τὰς ἐλπίδας Εὔοδον, ὃς ἦν αὐτῷ τιμιώτατος τῶν ἀπελευθέρων, κελεύει τὰ τέκνα προσαγαγεῖν πρὸς αὐτόν· χρῄζειν γὰρ ἀφικέσθαι σφίσι διὰ λόγων πρὶν ἢ τελευτᾶν.
ἦσαν δʼ αὐτῷ παῖδες γνήσιοι μὲν οὐκέτι· Δροῦσος γὰρ δὴ ὁ μόνος αὐτῷ γεγονὼς ἐτύγχανεν τεθνεώς· υἱὸς δὲ τούτου κατελείπετο Τιβέριος ἐπικαλούμενος Γέμελλος, Γάιός τε Γερμανικοῦ παῖς, ἀδελφοῦ υἱὸς γεγονώς, νεανίας τε ἤδη καὶ παιδείαν ἐκπεπονηκὼς ἐπὶ πλεῖστον εὐνοίᾳ τε τοῦ δήμου τιμώμενος διὰ τὴν Γερμανικοῦ τοῦ πατρὸς ἀρετήν·
ἐπὶ μέγιστον γὰρ δὴ οὗτος προῆλθεν παρὰ τοῖς πλήθεσι τιμῆς εὐσταθείᾳ τρόπου καὶ δεξιότητι τοῦ ὁμιλεῖν ἀνεπαχθὴς ὢν καὶ τὴν ἀξίωσιν κτώμενος τῷ βούλεσθαι ἴσος πᾶσιν εἶναι.
ἐξ ὧν οὐ μόνον ὁ δῆμος καὶ ἡ βουλὴ μειζόνως ἦγον αὐτόν, ἀλλὰ καὶ τῶν ὑποτελῶν ἕκαστον ἐθνῶν, οἱ μὲν ὡμιληκότες ἁλισκόμενοι τῇ χάριτι τῆς ἐντεύξεως, οἱ δὲ πύστει τῆς ἐκείνων ἀφηγήσεως παραλαμβάνοντες.
πένθος τε αὐτοῦ τελευτήσαντος προυτέθη πᾶσιν οὐ θεραπείᾳ τῆς ἀρχῆς ἐπιψευδομένων τὴν συμφοράν, λύπῃ δὲ ἀληθεῖ οἰκειουμένων διὰ τὸ ἴδιον τυχεῖν ἑκάστοις τὴν μετάστασιν αὐτοῦ ὑπειλῆφθαι·
οὕτως ἀνεπαχθῶς ὡμίλησε τοῖς ἀνθρώποις. ἐξ ὧν μέγα ὄφελος καὶ τῷ παιδὶ αὐτοῦ παρὰ πᾶσιν κατελέλειπτο τοῖς τε ἄλλοις καὶ μάλιστα τὸ στρατιωτικὸν ἦρτο, ἀρετὴν ἀριθμοῦντες τὸ περὶ τῆς ἀρχῆς ἐκείνῳ περιγενησομένης, εἰ δεήσει, καὶ τελευτᾶν.
Ὁ δὲ Τιβέριος Εὐόδῳ πρόσταγμα ποιησάμενος κατὰ τὴν ὑστεραίαν ὑπὸ τὴν ἕω εἰσαγαγεῖν τοὺς παῖδας εὔχεται τοῖς πατρίοις θεοῖς σημεῖόν τι πρόφαντον αὐτῷ δεῖξαι περὶ τοῦ τὴν ἡγεμονίαν διαδεξομένου, σπεύδων μὲν τῷ υἱεῖ τοῦ παιδὸς αὐτὴν καταλιπεῖν, μεῖζον δὲ δόξης τε καὶ βουλήσεως τῆς αὐτοῦ πεπιστευκὼς τοῦ θεοῦ τὸ ἐπʼ αὐτοῖς ἀποφανούμενον.
οἰώνισμα δʼ οὖν αὐτῷ προύκειτο, εἰς ἐκεῖνον ἥξειν τὴν ἡγεμονίαν, ὃς ἂν κατὰ τὴν ἐπιοῦσαν ἀφίκοιτο πρότερος πρὸς αὐτόν. ταῦτα διανοηθεὶς πέμπει παρὰ τοῦ υἱωνοῦ τὸν παιδαγωγὸν κελεύων ὑπὸ πρώτην ὥραν ἄγειν τὸν παῖδα ὡς αὐτόν, καταμελήσεσθαι στρατηγίας τὸν θεὸν ὑπολαμβάνων· ὁ δʼ ἀντεψήφιζεν αὐτοῦ τὴν χειροτονίαν.
ὁ μὲν δὴ ταῦτʼ ἐνθυμησάμενος, ἐπεὶ τάχιστα ἡμέρα ἦν, κελεύει τὸν Εὔοδον εἰσκαλεῖν τῶν παίδων τὸν παρόντα πρότερον. ἐξελθὼν δʼ ἐκεῖνος καὶ τὸν Γάιον πρὸ τοῦ δωματίου καταλαβών, ὁ γὰρ Τιβέριος οὐ παρῆν μετεώρου τῆς τροφῆς αὐτῷ γενομένης, ᾔδει δὲ οὐδὲν ὧν ἐβούλετο ὁ δεσπότης, καλεῖ σε, φησίν, ὁ πατήρ , καὶ εἰσήγαγεν αὐτόν.
Τιβέριος δὲ ὡς θεᾶται Γάιον, τότε πρῶτον εἰς ἐπίνοιαν ἐλθὼν τοῦ θείου τῆς ἐξουσίας καὶ τὴν κατʼ αὐτὸν ἡγεμονίαν παντελῶς ἀφῃρημένην ἐπικυροῦν οἷς ψηφίσαιτο δυνάμεως ἐκεῖθεν αὐτῷ μὴ παραγενομένης, πολλὰ δὴ κατολοφυράμενος αὑτὸν μὲν τοῦ ἐφʼ οἷς προβουλεύσειε κυροῦν ἀφῃρημένου τὸ κράτος,
Τιβέριον δὲ τὸν υἱωνόν, ὡς τῆς τε Ῥωμαίων ἀρχῆς ὁμοῦ διαμάρτοι καὶ τῆς σωτηρίας κεχρημένον διὰ τὸ ἐπʼ ἄλλων κρειττόνων οὐκ ἀνεκτὸν εἰσηγησαμένω τὴν συναναστροφὴν κείσεσθαι τὴν σωτηρίαν αὐτῷ τοῦ συγγενοῦς μὴ ὠφελεῖν δυναμένου, φόβῳ τε καὶ μίσει τοῦ ἐφεστηκότος χρησομένου πρὸς αὐτόν, τὰ μὲν ὡς προσεδρεύοντα τῇ ἀρχῇ, τὰ δὲ ὡς ἀντεπιβουλεύειν ὑπέρ τε τῆς σωτηρίας καὶ τῆς ἀντιλήψεως τῶν πραγμάτων μὴ ἀφησόμενον.
ἦν δὲ καὶ γενεθλιαλογίᾳ Τιβέριος μάλιστα προσκείμενος καὶ κατορθούμενα αὐτῇ μειζόνως τῶν εἰς τόδε ἀνακειμένων ἑκόντων τὸν βίον ἐξηγμένος. Γάλβαν οὖν ποτε θεασάμενος ὡς αὐτὸν εἰσιόντα φησὶ πρὸς τοὺς ἐπιτηδειοτάτους αὐτῷ, ὡς παραγίνοιτο ἀνὴρ τῇ Ῥωμαίων προτιμησόμενος ἡγεμονίᾳ.
τά τε πάντα μαντειῶν ὁπόσα ἐχόμενα πιθανὰ ἡγούμενος ἡγεμόνων μάλιστα ἀνὴρ οὗτος ὑπὸ τοῦ ἐπαληθείοντος αὐτῶν ἐπὶ τοῖς πράγμασιν ἐχρῆτο αὐταῖς.
καὶ τότε ἐν χαλεποῖς ἦν συντυχίᾳ τοῦ γεγονότος, ὡς ἐπʼ ἀπολωλότι τῷ υἱεῖ τοῦ παιδὸς ἀχθεινῶς διατιθέμενος καὶ κατάμεμψιν αὐτοῦ ποιούμενος τοῦ κατὰ τὴν οἰώνισιν προμηθοῦς· παρὸν γὰρ ἂν αὐτῷ λύπης ἀπηλλαγμένῳ τελευτᾶν ἀμαθίᾳ τῶν ἐσομένων, διατρίβεσθαι τῷ προεγνωκὼς τὴν ἐσομένην δυστυχίαν τῶν φιλτάτων τελευτᾶν.
καίπερ δὲ συντεταραγμένος τῇ παρὰ δόξαν τῆς ἀρχῆς εἰς οὓς οὐκ ἤθελεν περιόδῳ, ἄκων δὲ καὶ μὴ βουλόμενος φησὶ γοῦν πρὸς τὸν Γάιον· ὦ παῖ, καίπερ μοι συγγενεστέρου Τιβερίου ἢ κατὰ σὲ ὄντος δόξῃ τε τῇ ἐμαυτοῦ καὶ τῷ ὁμοψήφῳ ἐπʼ αὐτῇ τῶν θεῶν σοὶ φέρων ἐγχειρίζω τὴν Ῥωμαίων ἡγεμονίαν.
ἀξιῶ δέ σε μηδὲν ἀμνημονεῖν ὁμιλήσαντα αὐτῇ μήτʼ εὐνοίας τῆς ἐμῆς, ὃς εἰς τοσόνδε ἀξιώματος καθίστημι μέγεθος,