Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 18

247 Ἀγρίππας δὲ τήν τε διάνοιαν αὐτῶν καὶ τὴν παρασκευὴν αἰσθόμενος καὶ αὐτὸς παρεσκευάζετο, ἐπεί τε ἐκπεπλευκότας ἀκούει, πέμπει καὶ αὐτὸς ἐπὶ τῆς Ῥώμης Φορτουνᾶτον αὐτοῦ τῶν ἀπελευθέρων δῶρά τε κομίζοντα τῷ αὐτοκράτορι καὶ ἐπιστολὰς κατὰ τοῦ Ἡρώδου τὰ δὲ καὶ αὐτὸν διδάξοντα ᾗ καιρὸς τὸν Γάιον.
248 ὁ δὲ ἐπαναχθεὶς τοῖς ἀμφὶ τὸν Ἡρώδην καὶ δεξιῷ χρησάμενος τῷ πλῷ τοσόνδε ἀπελίπετο τοῦ Ἡρώδου, ὥστε τὸν μὲν ἐντυχεῖν Γαΐῳ, ὁ δὲ ἐπικατάγεται καὶ τὰς ἐπιστολὰς ἀπεδίδου. καὶ προσέπλευσαν ἀμφότεροι Δικαιαρχείᾳ καὶ τὸν Γάιον ἐν Βαΐαις λαμβάνουσιν.
249 πολύδριον δʼ ἐστὶ καὶ τοῦτο τῆς Καμπανίας ὅσον ἀπὸ σταδίων πέντε τῆς Δικαιαρχείας κείμενον, βασίλειοί τέ εἰσιν οἰκήσεις αὐτόθι πολυτελέσι κεχρημέναι κατασκευαῖς φιλοτιμηθέντος τῶν αὐτοκρατόρων ἑκάστου τοὺς προγεγονότας ὑπερβάλλεσθαι, λουτρά τε παρέχεται τὸ χωρίον θερμὰ γῆθεν αὐτόματα ἀνιέντα ἀγαθὰ ἐπί τε ἰάσει τοῖς χρωμένοις καὶ ἄλλως τῷ ἀνειμένῳ τῆς διαίτης συμφέροντα.
250 Γάιος δὲ ἅμα τε προσαγορεύων τὸν Ἡρώδην, πρῶτον δὲ αὐτῷ ἐνετύγχανεν, ἅμα τε τοῦ Ἀγρίππου τὰς ἐπιστολὰς ἐπιὼν ἐπὶ κατηγορίᾳ τῇ ἐκείνου συγκειμένας, κατηγόρει δὲ αὐτοῦ ὁμολογίαν πρὸς Σηιανὸν κατὰ τῆς Τιβερίου ἀρχῆς καὶ πρὸς Ἀρτάβανον τὸν Πάρθον ἐπὶ τοῦ παρόντος κατὰ τῆς Γαΐου ἀρχῆς,
251 παράδειγμά τε ἦν αὐτῷ τοῦ λόγου μυριάσιν ἑπτὰ ὁπλιτῶν ἀρκέσουσα κατασκευὴ ἐν ταῖς Ἡρώδου ὁπλοθήκαις ἀποκειμένη, ἐκινεῖτό τε ὑπὸ τῶν εἰρημένων καὶ ἤρετο τὸν Ἡρώδην, εἰ ἀληθὴς ὁ περὶ τῶν ὅπλων λόγος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme