Book 18
186
ὁ δέ ἀλλʼ ἴστων μὲν Ἀντωνία, εἶπεν, οἱ θεοί, ὅτι μὴ τῇ ἐμαυτοῦ γνώμῃ ἀνάγκῃ δὲ τῆς σῆς παρακλήσεως ἐξαγόμενος πράξω τὰ πραξόμενα. ταῦτα εἰπὼν κελεύει Μάκρωνα, ὃς Σηιανοῦ διάδοχος ἦν, τὸν Εὔτυχον ἀγαγεῖν. καὶ ὁ μὲν οὐδὲν εἰς ἀναβολὰς παρῆν. Τιβέριος δʼ αὐτὸν ἤρετο, τί καὶ ἔχοι λέγειν κατʼ ἀνδρὸς ἐλευθερίαν αὐτῷ παρεσχηκότος.
187
ὁ δέ φησιν, ὦ δέσποτα, αἰωροῦντο μὲν ἐφʼ ἁμάξης Γάιός τε οὗτος καὶ Ἀγρίππας σὺν αὐτῷ καί σφων ἑζόμην παρὰ τοῖν ποδοῖν, λόγων δὲ πολλῶν ἀνακυκλουμένων Ἀγρίππας φησὶ πρὸς Γάιον· εἰ γὰρ ἀφίκοιτό ποτε ἡμέρα, ᾗ μεταστὰς ὁ γέρων οὗτος χειροτονοίη σε ἡγεμόνα τῆς οἰκουμένης· οὐδὲν γὰρ ἡμῖν Τιβέριος ὁ υἱωνὸς αὐτοῦ γένοιτʼ ἂν ἐμποδὼν ὑπὸ σοῦ τελευτῶν, καὶ ἥ τε οἰκουμένη γένοιτʼ ἂν μακαρία κἀγὼ πρὸ αὐτῆς.
188
Τιβέριος δὲ πιστὰ ἡγησάμενος τὰ εἰρημένα καὶ ἅμα μῆνιν ἀναφέρων τῷ Ἀγρίππᾳ παλαιάν, διότι κελεύσαντος αὐτοῦ θεραπεύειν Τιβέριον υἱωνόν τε αὐτοῦ γεγονότα καὶ Δρούσου παῖδα ὄντα, ὁ Ἀγρίππας ἀτίμως ἦγεν παρακροασάμενος τὰς ἐπιστολὰς καὶ πᾶς ὡς τὸν Γάιον μετεκάθιζεν,
189
τοῦτον μὲν δή, φησί, Μάκρων, δῆσον. Μάκρων δὲ τὰ μὲν οὐ σαφῶς ὅντινα προστάξειεν ἐξεπιστάμενος, τὰ δὲ οὐκ ἂν προσδοκῶν περὶ τῷ Ἀγρίππᾳ αὐτὸν κελεῦσαί τι τοιοῦτον, ἐπανεῖχεν ἀκριβωσόμενος τὰ εἰρημένα.
190
ἐπεὶ δʼ ὁ Καῖσαρ περιοδεύσας τὸν ἱππόδρομον λαμβάνει τὸν Ἀγρίππαν ἑστηκότα, καὶ μὴν δή, φησίν, Μάκρων, τοῦτον εἶπον δεθῆναι . τοῦ δὲ ἐπανερομένου ὅντινα, Ἀγρίππαν γε εἶπεν.