Book 18
98
καὶ ἥ τε Ἀρμενία ἀφῄρητο αὖθις καὶ πλησθείσης πολέμων τῆς Παρθυαίων γῆς οἵ τε πρῶτοι τῶν τῇδε ἐκτείνοντο ἀνδρῶν ἀνάστατά τε ἦν αὐτοῖς τὰ πάντα καὶ τοῦ βασιλέως ὁ υἱὸς ἐκ τουτωνὶ τῶν μαχῶν ἔπεσε μετὰ πολλῶν στρατοῦ μυριάδων.
99
καὶ αὐτοῦ τὸν πατέρα Ἀρτάβανον Οὐιτέλλιος πομπῇ χρημάτων εἴς τε συγγενεῖς καὶ φίλους τοὺς ἐκείνου γενομένῃ ἐμέλλησε μὲν κτιννύειν διὰ τῶν τὰ δῶρα εἰληφότων, αἰσθόμενος δὲ τὴν ἐπιβουλὴν ὁ Ἀρτάβανος ἄφυκτον οὖσαν διὰ τὸ ὑπὸ πολλῶν καὶ τῶν πρώτων ἀνδρῶν συντεθεῖσαν μὴ ἀνεῖσθαι τοῦ ἐπὶ πέρας ἐλθεῖν,
100
καὶ νομίζων καὶ ὁπόσον αὐτῷ καθαρῶς συνειστήκει καὶ τόδε ἤτοι ἐφθαρμένον ἐπὶ δόλῳ τὴν εὔνοιαν προσποιεῖσθαι ἢ πείρας αὐτῷ γενομένης μετατάξεσθαι πρὸς τοὺς προαφεστηκότας, εἴς τι τῶν ἄνω σατραπειῶν ἔσωζεν αὑτόν. καὶ πολλὴν μετὰ ταῦτα στρατιὰν ἀθροίσας Δαῶν τε καὶ Σακῶν καὶ πολεμήσας τοὺς ἀνθεστηκότας κατέσχε τὴν ἀρχήν.
101
Ταῦτα ἀκούσας ὁ Τιβέριος ἠξίου φιλίαν αὐτῷ γενέσθαι πρὸς τὸν Ἀρτάβανον, ἐπεὶ δὲ κἀκεῖνος προκληθεὶς ἄσμενος ἐδέχετο τὸν περὶ αὐτῶν λόγον, ἐπὶ τὸν Εὐφράτην παρῆσαν ὅ τε Ἀρτάβανος καὶ Οὐιτέλλιος.
102
καὶ ζεύξεως τοῦ ποταμοῦ γενομένης κατὰ τὸ μεσαίτατον τῆς γεφύρας ἀλλήλους ὑπηντίαζον μετὰ φυλακῆς ἑκάτερος τῆς περὶ αὐτόν. καὶ λόγων αὐτοῖς συμβατικῶν γενομένων Ἡρώδης ὁ τετράρχης εἱστίασεν αὐτοὺς κατὰ μέσον τὸν πόρον σκηνίδα ἐπισκηψάμενος τῷ πόρῳ πολυτελῆ.
103
καὶ Ἀρτάβανος πέμπει Τιβερίῳ ὅμηρον Δαρεῖον τὸν υἱὸν μετὰ πολλῶν δώρων, ἐν οἷς καὶ ἄνδρα ἑπτάπηχυν τὸ μέγεθος Ἰουδαῖον τὸ γένος Ἐλεάζαρον ὄνομα·