Book 18
64
καὶ αὐτὸν ἐνδείξει τῶν πρώτων ἀνδρῶν παρʼ ἡμῖν σταυρῷ ἐπιτετιμηκότος Πιλάτου οὐκ ἐπαύσαντο οἱ τὸ πρῶτον ἀγαπήσαντες· ἐφάνη γὰρ αὐτοῖς τρίτην ἔχων ἡμέραν πάλιν ζῶν τῶν θείων προφητῶν ταῦτά τε καὶ ἄλλα μυρία περὶ αὐτοῦ θαυμάσια εἰρηκότων. εἰς ἔτι τε νῦν τῶν Χριστιανῶν ἀπὸ τοῦδε ὠνομασμένον οὐκ ἐπέλιπε τὸ φῦλον.
65
Καὶ ὑπὸ τοὺς αὐτοὺς χρόνους ἕτερόν τι δεινὸν ἐθορύβει τοὺς Ἰουδαίους καὶ περὶ τὸ ἱερὸν τῆς Ἴσιδος τὸ ἐν Ῥώμῃ πράξεις αἰσχυνῶν οὐκ ἀπηλλαγμέναι συντυγχάνουσιν. καὶ πρότερον τοῦ τῶν Ἰσιακῶν τολμήματος μνήμην ποιησάμενος οὕτω μεταβιβῶ τὸν λόγον ἐπὶ τὰ ἐν τοῖς Ἰουδαίοις γεγονότα.
66
Παυλῖνα ἦν τῶν ἐπὶ Ῥώμης προγόνων τε ἀξιώματι τῶν καθʼ ἑαυτὴν ἐπιτηδεύοντι κόσμον ἀρετῆς ἐπὶ μέγα προϊοῦσα τῷ ὀνόματι, δύναμίς τε αὐτῇ χρημάτων ἦν καὶ γεγονυῖα τὴν ὄψιν εὐπρεπὴς καὶ τῆς ὥρας ἐν ᾗ μάλιστα ἀγάλλονται αἱ γυναῖκες εἰς τὸ σωφρονεῖν ἀνέκειτο ἡ ἐπιτήδευσις τοῦ βίου. ἐγεγάμητο δὲ Σατορνίνῳ τῶν εἰς τὰ πάντα ἀντισουμένων τῷ περὶ αὐτὴν ἀξιολόγῳ.
67
ταύτης ἐρᾷ Δέκιος Μοῦνδος τῶν τότε ἱππέων ἐν ἀξιώματι μεγάλῳ, καὶ μείζονα οὖσαν ἁλῶναι δώροις διὰ τὸ καὶ πεμφθέντων εἰς πλῆθος περιιδεῖν ἐξῆπτο μᾶλλον, ὥστε καὶ εἴκοσι μυριάδας δραχμῶν Ἀτθίδων ὑπισχνεῖτο εὐνῆς μιᾶς.
68
καὶ μηδʼ ὣς ἐπικλωμένης, οὐ φέρων τὴν ἀτυχίαν τοῦ ἔρωτος ἐνδείᾳ σιτίων θάνατον ἐπιτιμᾶν αὑτῷ καλῶς ἔχειν ἐνόμισεν ἐπὶ παύλῃ κακοῦ τοῦ κατειληφότος. καὶ ὁ μὲν ἐπεψήφιζέν τε τῇ οὕτω τελευτῇ καὶ πράσσειν οὐκ ἀπηλλάσσετο.