Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 18

43 καὶ διʼ ἀμφότερα μισηθεὶς οὐδὲν ἡσσόνως τῆς πατροκτονίας τὸ μῦσος τοῦ μητρὸς ἔρωτος τιθεμένων τῶν ὑπηκόων, στάσει περιελαθεὶς πρότερον ἢ φῦναι μέγας ἐξέπεσε τῶν πραγμάτων καὶ οὕτως θνήσκει.
44 συμφρονήσαντες δὲ οἱ γενναιότατοι Πάρθων, ὡς ἀβασιλεύτοις μὲν ἀμήχανον πολιτεύεσθαι, οἱ δὲ τοῦ βασιλεύοντος ἐκ τοῦ γένους τῶν Ἀρσακιδῶν, οὐ γὰρ ἑτέροις ἄρχειν νόμιμον, ἀπέχρη δὲ πολλάκις καὶ μέχρι νῦν περιυβρίσθαι τὴν βασιλείαν ἔκ τε γάμων τῆς Ἰταλικῆς παλλακίδος καὶ γενέσεων, Ὀρώδην ἐκάλουν πρεσβεύσαντες εἰς δάν, ἄλλως μὲν ἐπίφθονον τῷ πλήθει καὶ ὑπαίτιον καθʼ ὑπερβολὰς ὠμότητος, πάνυ γὰρ ἦν σκαιὸς καὶ δυσδιάθετος εἰς ὀργήν, ἕνα δὲ τῶν ἐκ τοῦ γένους.
45 τοῦτον μὲν δὴ συστάντες ἀποκτείνουσιν, ὡς μὲν ἔνιοί φασιν, ἐν σπονδαῖς καὶ τραπέζαις, μαχαιροφορεῖν γὰρ ἔθος ἅπασιν, ὡς δʼ ὁ πλείων κατέχει λόγος, εἰς θήραν προαγαγόντες.
46 πρεσβεύσαντες δὲ εἰς Ῥώμην ᾐτοῦντο βασιλέα τῶν ὁμηρευόντων, καὶ πέμπεται Βονώνης προκριθεὶς τῶν ἀδελφῶν· ἐδόκει γὰρ χωρεῖν τὴν τύχην, ἣν αὐτῷ δύο μέγισται τῶν ὑπὸ τὸν ἥλιον ἡγεμονίαι προσέφερον, ἰδία καὶ ἀλλοτρία.
47 ταχεῖα δʼ ἀνατροπὴ τοὺς βαρβάρους ὕπεισιν ἅτε καὶ φύσει σφαλεροὺς ὄντας πρός τε τὴν ἀναξιοπάθειαν, ἀνδραπόδῳ γὰρ ἀλλοτρίῳ ποιήσειν τὸ προστασσόμενον ἠξίουν, τὴν ὁμηρείαν ἀντὶ δουλείας ὀνομάζοντες, καὶ τῆς ἐπικλήσεως τὴν ἀδοξίαν· οὐ γὰρ ἂν πολέμου δικαίῳ δεδόσθαι τὸν βασιλεύσοντα Πάρθοις, ἀλλά, ὃ τῷ παντὶ χεῖρον, εἰρήνης ὕβρει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme