Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 18

 
Ὡς Κυρίνιος ὑπὸ Καίσαρος ἐπέμφθη τιμητὴς Συρίας καὶ Ἰουδαίας καὶ ἀποδωσόμενος τὴν Ἀρχελάου οὐσίαν.
 
ὡς Κωπώνιος ἐκ τοῦ ἱππικοῦ τάγματος ἐπέμφθη ἔπαρχος Ἰουδαίας.
 
ὡς Ἰούδας ὁ Γαλιλαῖος ἔπεισεν τὸ πλῆθος μὴ ἀπογράψασθαι τὰς οὐσίας, μέχρις Ἰώζαρος ὁ ἀρχιερεὺς ἔπεισεν αὐτοὺς μᾶλλον ὑπακοῦσαι Ῥωμαίοις.
 
τίνες αἱρέσεις καὶ ὁπόσαι παρὰ Ἰουδαίοις φιλοσόφων καὶ τίνες οἱ νόμοι.
 
ὡς Ἡρώδης καὶ Φίλιππος οἱ τετράρχαι πόλεις ἔκτισαν εἰς τιμὴν Καίσαρος. 5
 
ὡς Σαμαρεῖς ὀστᾶ νεκρῶν διαρρίψαντες εἰς τὸ ἱερὸν τὸν λαὸν ἑπτὰ ἡμέρας ἐμίαναν.
 
ὡς Σαλώμη ἡ ἀδελφὴ Ἡρώδου τελευτήσασα τὰ αὐτῆς κατέλιπεν Ἰουλίᾳ τῇ τοῦ Καίσαρος γαμετῇ.
 
ὡς Πόντιος Πιλᾶτος ἠθέλησε κρύφα εἰς Ἱεροσόλυμα εἰσενέγκαι προτομὰς Καίσαρος, ὁ δὲ λαὸς οὐ κατεδέξατο στασιάσας.
 
τὰ συμβάντα Ἰουδαίοις ἐν Ῥώμῃ κατὰ τοῦτον τὸν καιρὸν ὑπὸ τῶν Σαμαρέων.
 
κατηγορία ὑπὸ Σαμαρέων Πιλάτου ἐπὶ Οὐιτελλίου καὶ ὡς Οὐιτέλλιος ἠνάγκασεν αὐτὸν ἀναβῆναι εἰς Ῥώμην λόγον τῶν πεπραγμένων ἀποδώσοντα. 10
 
πόλεμος Ἡρώδου τοῦ τετράρχου πρὸς Ἀρέταν τὸν Ἀράβων βασιλέα καὶ ἧττα.
 
ὡς Τιβέριος Καῖσαρ ἔγραψεν Οὐιτελλίῳ Ἀρταβάνην μὲν τὸν Πάρθον πεῖσαι ὁμήρους αὐτῷ πέμψαι, πρὸς Ἀρέταν δὲ πολεμεῖν.
 
τελευτὴ Φιλίππου καὶ ὡς ἡ τετραρχία αὐτοῦ ἐπαρχία ἐγένετο.
 
ἀπόπλους Ἀγρίππα εἰς Ῥώμην καὶ ὡς κατηγορηθεὶς ὑπὸ τοῦ ἰδίου ἀπελευθέρου ἐδέθη.
 
ὃν τρόπον ἐλύθη ὑπὸ Γαΐου μετὰ τὴν Τιβερίου τελευτὴν καὶ ἐγένετο βασιλεὺς τῆς Φιλίππου τετραρχίας. 15
 
ὡς Ἡρώδης ἀναβὰς εἰς Ῥώμην ἐξωρίσθη καὶ ὡς τὴν τετραρχίαν αὐτοῦ ἐδωρήσατο Γάιος Ἀγρίππᾳ.
 
στάσις τῶν ἐν Ἀλεξανδρείᾳ Ἰουδαίων καὶ Ἑλλήνων καὶ πρεσβεία ἀφ' ἑκατέρων πρὸς Γάιον.
 
κατηγορία Ἰουδαίων ὑπὸ Ἀπίωνος καὶ τῶν συμπρέσβεων ἐπὶ τῷ μὴ ἔχειν Καίσαρος ἀνδριάντα.
 
τὴν συμβᾶσαν φθορὰν τοῖς ἐν Βαβυλῶνι Ἰουδαίοις δι' Ἀσιναῖον καὶ Ἀνιλαῖον τοὺς ἀδελφούς.
 
περιέχει ἡ βίβλος χρόνον ἐτῶν λβ. 20
 
Κυρίνιος δὲ τῶν εἰς τὴν βουλὴν συναγομένων ἀνὴρ τάς τε ἄλλας ἀρχὰς ἐπιτετελεκὼς καὶ διὰ πασῶν ὁδεύσας ὕπατος γενέσθαι τά τε ἄλλα ἀξιώματι μέγας σὺν ὀλίγοις ἐπὶ Συρίας παρῆν, ὑπὸ Καίσαρος δικαιοδότης τοῦ ἔθνους ἀπεσταλμένος καὶ τιμητὴς τῶν οὐσιῶν γενησόμενος,
 
Κωπώνιός τε αὐτῷ συγκαταπέμπεται τάγματος τῶν ἱππέων, ἡγησόμενος Ἰουδαίων τῇ ἐπὶ πᾶσιν ἐξουσίᾳ. παρῆν δὲ καὶ Κυρίνιος εἰς τὴν Ἰουδαίαν προσθήκην τῆς Συρίας γενομένην ἀποτιμησόμενός τε αὐτῶν τὰς οὐσίας καὶ ἀποδωσόμενος τὰ Ἀρχελάου χρήματα.
 
οἱ δὲ καίπερ τὸ κατʼ ἀρχὰς ἐν δεινῷ φέροντες τὴν ἐπὶ ταῖς ἀπογραφαῖς ἀκρόασιν ὑποκατέβησαν τοῦ μὴ εἰς πλέον ἐναντιοῦσθαι πείσαντος αὐτοὺς τοῦ ἀρχιερέως Ἰωαζάρου, Βοηθοῦ δὲ οὗτος υἱὸς ἦν. καὶ οἱ μὲν ἡττηθέντες τοῦ Ἰωαζάρου τῶν λόγων ἀπετίμων τὰ χρήματα μηδὲν ἐνδοιάσαντες·
 
Ἰούδας δὲ Γαυλανίτης ἀνὴρ ἐκ πόλεως ὄνομα Γάμαλα Σάδδωκον Φαρισαῖον προσλαβόμενος ἠπείγετο ἐπὶ ἀποστάσει, τήν τε ἀποτίμησιν οὐδὲν ἄλλο ἢ ἄντικρυς δουλείαν ἐπιφέρειν λέγοντες καὶ τῆς ἐλευθερίας ἐπʼ ἀντιλήψει παρακαλοῦντες τὸ ἔθνος·
 
ὡς παρασχὸν μὲν κατορθοῦν εἰς τὸ εὔδαιμον ἀνακειμένης τῆς κτήσεως, σφαλεῖσιν δὲ τοῦ ταύτης περιόντος ἀγαθοῦ τιμὴν καὶ κλέος ποιήσεσθαι τοῦ μεγαλόφρονος, καὶ τὸ θεῖον οὐκ ἄλλως ἢ ἐπὶ συμπράξει τῶν βουλευμάτων εἰς τὸ κατορθοῦν συμπροθυμεῖσθαι μᾶλλον, ἂν μεγάλων ἐρασταὶ τῇ διανοίᾳ καθιστάμενοι μὴ ἐξαφίωνται πόνου τοῦ ἐπʼ αὐτοῖς.
 
καὶ ἡδονῇ γὰρ τὴν ἀκρόασιν ὧν λέγοιεν ἐδέχοντο οἱ ἄνθρωποι, προύκοπτεν ἐπὶ μέγα ἡ ἐπιβολὴ τοῦ τολμήματος, κακόν τε οὐκ ἔστιν, οὗ μὴ φυέντος ἐκ τῶνδε τῶν ἀνδρῶν καὶ περαιτέρω τοῦ εἰπεῖν ἀνεπλήσθη τὸ ἔθνος·
 
πολέμων τε ἐπαγωγαῖς οὐχ οἷον τὸ ἄπαυστον τὴν βίαν ἔχειν, καὶ ἀποστέρησιν φίλων, οἳ καὶ ἐπελαφρύνοιεν τὸν πόνον, λῃστηρίων τε μεγάλων ἐπιθέσεσιν καὶ διαφθοραῖς ἀνδρῶν τῶν πρώτων, δόξα μὲν τοῦ ὀρθουμένου τῶν κοινῶν, ἔργῳ δὲ οἰκείων κερδῶν ἐλπίσιν.
 
ἐξ ὧν στάσεις τε ἐφύησαν διʼ αὐτὰς καὶ φόνος πολιτικός, ὁ μὲν ἐμφυλίοις σφαγαῖς μανίᾳ τῶν ἀνθρώπων εἴς τε ἀλλήλους καὶ αὑτοὺς χρωμένων ἐπιθυμίᾳ τοῦ μὴ λείπεσθαι τῶν ἀντικαθεστηκότων, ὁ δὲ τῶν πολεμίων, λιμός τε εἰς ὑστάτην ἀνακείμενος ἀναισχυντίαν, καὶ πόλεων ἁλώσεις καὶ κατασκαφαί, μέχρι δὴ καὶ τὸ ἱερὸν τοῦ θεοῦ ἐνείματο πυρὶ τῶν πολεμίων ἥδε ἡ στάσις.
 
οὕτως ἄρα ἡ τῶν πατρίων καίνισις καὶ μεταβολὴ μεγάλας ἔχει ῥοπὰς τοῦ ἀπολουμένου τοῖς συνελθοῦσιν, εἴ γε καὶ Ἰούδας καὶ Σάδδωκος τετάρτην φιλοσοφίαν ἐπείσακτον ἡμῖν ἐγείραντες καὶ ταύτης ἐραστῶν εὐπορηθέντες πρός τε τὸ παρὸν θορύβων τὴν πολιτείαν ἐνέπλησαν καὶ τῶν αὖθις κακῶν κατειληφότων ῥίζας ἐφυτεύσαντο τῷ ἀσυνήθει πρότερον φιλοσοφίας τοιᾶσδε·
 
περὶ ἧς ὀλίγα βούλομαι διελθεῖν, ἄλλως τε ἐπεὶ καὶ τῷ κατʼ αὐτῶν σπουδασθέντι τοῖς νεωτέροις ὁ φθόρος τοῖς πράγμασι συνέτυχε.
 
Ἰουδαίοις φιλοσοφίαι τρεῖς ἦσαν ἐκ τοῦ πάνυ ἀρχαίου τῶν πατρίων, ἥ τε τῶν Ἐσσηνῶν καὶ ἡ τῶν Σαδδουκαίων, τρίτην δὲ ἐφιλοσόφουν οἱ Φαρισαῖοι λεγόμενοι. καὶ τυγχάνει μέντοι περὶ αὐτῶν ἡμῖν εἰρημένα ἐν τῇ δευτέρᾳ βίβλῳ τοῦ Ἰουδαϊκοῦ πολέμου, μνησθήσομαι δʼ ὅμως καὶ νῦν αὐτῶν ἐπʼ ὀλίγον.
 
Οἵ τε γὰρ Φαρισαῖοι τὴν δίαιταν ἐξευτελίζουσιν οὐδὲν ἐς τὸ μαλακώτερον ἐνδιδόντες, ὧν τε ὁ λόγος κρίνας παρέδωκεν ἀγαθῶν ἕπονται τῇ ἡγεμονίᾳ περιμάχητον ἡγούμενοι τὴν φυλακὴν ὧν ὑπαγορεύειν ἠθέλησεν. τιμῆς γε τοῖς ἡλικίᾳ προήκουσιν παραχωροῦσιν οὐδʼ ἐπʼ ἀντιλέξει τῶν εἰσηγηθέντων ταῦτα οἱ θράσει ἐπαιρόμενοι.
 
πράσσεσθαί τε εἱμαρμένῃ τὰ πάντα ἀξιοῦντες οὐδὲ τοῦ ἀνθρωπείου τὸ βουλόμενον τῆς ἐπʼ αὐτοῖς ὁρμῆς ἀφαιροῦνται δοκῆσαν τῷ θεῷ κρίσιν γενέσθαι καὶ τῷ ἐκείνης βουλευτηρίῳ καὶ τῶν ἀνθρώπων τῷ ἐθελήσαντι προσχωρεῖν μετʼ ἀρετῆς ἢ κακίας.
 
ἀθάνατόν τε ἰσχὺν ταῖς ψυχαῖς πίστις αὐτοῖς εἶναι καὶ ὑπὸ χθονὸς δικαιώσεις τε καὶ τιμὰς οἷς ἀρετῆς ἢ κακίας ἐπιτήδευσις ἐν τῷ βίῳ γέγονεν, καὶ ταῖς μὲν εἱργμὸν ἀίδιον προτίθεσθαι, ταῖς δὲ ῥᾳστώνην τοῦ ἀναβιοῦν.
 
καὶ διʼ αὐτὰ τοῖς τε δήμοις πιθανώτατοι τυγχάνουσιν καὶ ὁπόσα θεῖα εὐχῶν τε ἔχεται καὶ ἱερῶν ποιήσεως ἐξηγήσει τῇ ἐκείνων τυγχάνουσιν πρασσόμενα. εἰς τοσόνδε ἀρετῆς αὐτοῖς αἱ πόλεις ἐμαρτύρησαν ἐπιτηδεύσει τοῦ ἐπὶ πᾶσι κρείσσονος ἔν τε τῇ διαίτῃ τοῦ βίου καὶ λόγοις.
 
Σαδδουκαίοις δὲ τὰς ψυχὰς ὁ λόγος συναφανίζει τοῖς σώμασι, φυλακῇ δὲ οὐδαμῶς τινων μεταποίησις αὐτοῖς ἢ τῶν νόμων· πρὸς γὰρ τοὺς διδασκάλους σοφίας, ἣν μετίασιν, ἀμφιλογεῖν ἀρετὴν ἀριθμοῦσιν.
 
εἰς ὀλίγους δὲ ἄνδρας οὗτος ὁ λόγος ἀφίκετο, τοὺς μέντοι πρώτους τοῖς ἀξιώμασι, πράσσεταί τε ἀπʼ αὐτῶν οὐδὲν ὡς εἰπεῖν· ὁπότε γὰρ ἐπʼ ἀρχὰς παρέλθοιεν, ἀκουσίως μὲν καὶ κατʼ ἀνάγκας, προσχωροῦσι δʼ οὖν οἷς ὁ Φαρισαῖος λέγει διὰ τὸ μὴ ἄλλως ἀνεκτοὺς γενέσθαι τοῖς πλήθεσιν.
 
Ἐσσηνοῖς δὲ ἐπὶ μὲν θεῷ καταλείπειν φιλεῖ τὰ πάντα ὁ λόγος, ἀθανατίζουσιν δὲ τὰς ψυχὰς περιμάχητον ἡγούμενοι τοῦ δικαίου τὴν πρόσοδον.
 
εἰς δὲ τὸ ἱερὸν ἀναθήματα στέλλοντες θυσίας ἐπιτελοῦσιν διαφορότητι ἁγνειῶν, ἃς νομίζοιεν, καὶ διʼ αὐτὸ εἰργόμενοι τοῦ κοινοῦ τεμενίσματος ἐφʼ αὑτῶν τὰς θυσίας ἐπιτελοῦσιν. βέλτιστοι δὲ ἄλλως ἄνδρες τὸν τρόπον καὶ τὸ πᾶν πονεῖν ἐπὶ γεωργίᾳ τετραμμένοι.
 
ἄξιον δʼ αὐτῶν θαυμάσαι παρὰ πάντας τοὺς ἀρετῆς μεταποιουμένους τόδε διὰ τὸ μηδαμῶς ὑπάρξαν Ἑλλήνων ἢ βαρβάρων τισίν, ἀλλὰ μηδʼ εἰς ὀλίγον, ἐκείνοις ἐκ παλαιοῦ συνελθὸν ἐν τῷ ἐπιτηδεύεσθαι μὴ κεκωλῦσθαι· τὰ χρήματά τε κοινά ἐστιν αὐτοῖς, ἀπολαύει δὲ οὐδὲν ὁ πλούσιος τῶν οἰκείων μειζόνως ἢ ὁ μηδʼ ὁτιοῦν κεκτημένος· καὶ τάδε πράσσουσιν ἄνδρες ὑπὲρ τετρακισχίλιοι τὸν ἀριθμὸν ὄντες.
1 / 10 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme