Book 17
271
Ἰούδας δὲ ἦν Ἐζεκίου τοῦ ἀρχιλῃστοῦ υἱὸς ἐπὶ μέγα δυνηθέντος ὑφʼ Ἡρώδου δὲ μεγάλοις ληφθέντος πόνοις. οὗτος οὖν ὁ Ἰούδας περὶ Σέπφωριν τῆς Γαλιλαίας συστησάμενος πλῆθος ἀνδρῶν ἀπονενοημένων ἐπιδρομὴν τῷ βασιλείῳ ποιεῖται καὶ ὅπλων κρατήσας ὁπόσα αὐτόθι ἀπέκειτο ὥπλιζε τοὺς περὶ αὐτὸν καὶ ἀποφέρεται χρήματα ὁπόσα κατελήφθη αὐτόθι,
272
φοβερός τε ἅπασιν ἦν ἄγων καὶ φέρων τοὺς προστυγχάνοντας ἐπιθυμίᾳ μειζόνων πραγμάτων καὶ ζηλώσει βασιλείου τιμῆς, οὐκ ἀρετῆς ἐμπειρίᾳ τοῦ δὲ ὑβρίζειν περιουσίᾳ κτήσεσθαι προσδοκῶν τὸ ἐντεῦθεν γέρας.
273
Ἦν δὲ καὶ Σίμων δοῦλος μὲν Ἡρώδου τοῦ βασιλέως, ἄλλως δὲ ἀνὴρ εὐπρεπὴς καὶ μεγέθει καὶ ῥώμῃ σώματος ἐπὶ μέγα προύχων τε καὶ πεπιστευμένος. οὗτος ἀρθεὶς τῇ ἀκρισίᾳ τῶν πραγμάτων διάδημά τε ἐτόλμησε περιθέσθαι,
274
καί τινος πλήθους συστάντος καὶ αὐτὸς βασιλεὺς ἀναγγελθεὶς μανίᾳ τῇ ἐκείνων καὶ εἶναι ἄξιος ἐλπίσας παρʼ ὁντινοῦν τό τε ἐν Ἱεριχοῦντι βασίλειον πίμπρησιν διʼ ἁρπαγῆς ἄγων τὰ ἐγκατειλημμένα, πολλάς τε καὶ ἄλλας τῶν βασιλικῶν οἰκήσεων πολλαχοῦ τῆς χώρας πῦρ ἐνιεὶς ἠφάνιζεν, τοῖς συνεστηκόσιν λείαν ἄγειν τὰ ἐγκαταλελειμμένα ἐπιτρέπων.
275
ἐπέπρακτο δʼ ἄν τι μεῖζον ὑπʼ αὐτοῦ μὴ ταχείας ἐπιστροφῆς γενομένης· ὁ γὰρ Γρᾶτος ὁ τῶν βασιλικῶν στρατιωτῶν Ῥωμαίοις προστεθειμένος μεθʼ ἧς εἶχεν δυνάμεως ὑπαντιάζει τὸν Σίμωνα,
276
καὶ μάχης αὐτοῖς μεγάλης ἐπὶ πολὺ γενομένης τό τε πολὺ τῶν Περαίων ἀσύντακτοι ὄντες καὶ τόλμῃ μᾶλλον ἢ ἐπιστήμῃ μαχόμενοι ἐφθάρησαν, καὶ αὐτοῦ Σίμωνος διά τινος φάραγγος σώζοντος αὑτὸν Γρᾶτος ἐντυχὼν τὴν κεφαλὴν ἀποτέμνει.