Book 17
12
Ἀνέτρεφεν δὲ αὐτὸς τῶν παίδων τὰ τέκνα πάνυ ἐπιμελῶς· ἦσαν γὰρ τῷ μὲν Ἀλεξάνδρῳ ἐκ Γλαφύρας ἄρσενες δύο, Ἀριστοβούλῳ δὲ ἐκ Βερενίκης τῆς Σαλώμης θυγατρὸς ἄρσενές τε τρεῖς καὶ θήλειαι δύο.
13
καί ποτε παρόντων αὐτῷ τῶν φίλων παραστησάμενος τὰ παιδάρια καὶ τῶν υἱέων ἀνακλαύσας τὴν τύχην ηὔχετο μηδὲν τοιόνδε παισὶν τοῖς ἐκείνων συνελθεῖν, αὐξηθέντας δὲ ἀρετῇ καὶ συμφορᾷ τοῦ δικαίου τὰς τροφὰς ἀμείψασθαι, ἃς ποιοῖτο.
14
ἐγγεγύητό τε εἰς γάμον, ὁπότε ἀφικοίατο εἰς ὥραν τὴν ἐπʼ αὐτῷ, τῷ μὲν πρεσβυτέρῳ τῶν Ἀλεξάνδρου παίδων Φερώρου θυγατέρα, τῷ δὲ Ἀριστοβούλου τὴν Ἀντιπάτρου, καὶ θυγατέρα τὴν Ἀριστοβούλου ἐπωνόμαζε παιδὶ τῷ Ἀντιπάτρου, τὴν δὲ ἑτέραν τῶν Ἀριστοβούλου θυγατέρων Ἡρώδῃ παιδὶ τῷ αὑτοῦ· γίνεται δὲ τῷ βασιλεῖ οὗτος ἐκ τῆς τοῦ ἀρχιερέως θυγατρός· πάτριον γὰρ πλείοσιν ἐν ταὐτῷ ἡμῖν συνοικεῖν.
15
ἔπρασσε δὲ τὰς μνηστείας τῶν παίδων ὁ βασιλεὺς ἐλέῳ τῶν ὀρφανῶν εἰς εὔνοιαν αὐτῶν διὰ τὴν ἐπιγαμίαν τὸν Ἀντίπατρον προκαλούμενος.
16
Ἀντίπατρος δὲ γνώμῃ τῇ πρὸς τοὺς ἀδελφοὺς πολιτεύειν οὐκ ἐνέλιπεν καὶ πρὸς τοὺς παῖδας αὐτοῖς γεγονότας, ἥ τε τοῦ πατρὸς σπουδὴ περὶ αὐτοὺς ἠρέθιζεν αὐτὸν μείζονας ἔσεσθαι τῶν ἀδελφῶν προσδεχόμενον, καὶ μάλιστα ὁπότε ἀνδρωθεῖεν, Ἀρχελάου προσληψομένου τοῖς θυγατριδοῖς βασιλέως ἀνδρὸς καὶ Φερώρου τῷ ληψομένῳ τὴν θυγατέρα· τετράρχης δὲ καὶ οὗτος ἦν.