Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 17

224 Πλεῖ δὲ κατὰ τοῦτον τὸν καιρὸν ἐπὶ Ῥώμης καὶ Ἀντίπας Ἡρώδου μὲν παῖς, ἐπὶ δʼ ἀντιποιήσει τῆς ἀρχῆς ὑποσχέσεσι Σαλώμης ἠρμένος ἐπὶ τῷ ἄρχειν καὶ πολὺ δικαιότερον Ἀρχελάου παραλήψεσθαι τὰ πράγματα ἠξιωκὼς τῷ κατὰ τὰς προτέρας διαθήκας βασιλεὺς ἀποπεφάνθαι, ἃς ἀσφαλεστέρας εἶναι τῶν ἐπιγραφεισῶν.
225 ἐπήγετο δὲ οὗτος τήν τε μητέρα καὶ τὸν ἀδελφὸν τὸν Νικολάου Πτολεμαῖον φίλον τε Ἡρώδῃ τιμιώτατον γεγενημένον καὶ αὐτῷ προσκείμενον.
226 μάλιστα δὲ αὐτὸν ἐνῆγεν ἐπʼ ἀντιποιήσει τῆς βασιλείας φρονεῖν Εἰρηναῖος ῥήτωρ ἀνὴρ καὶ δόξῃ δεινότητος τῆς περὶ αὐτῷ τὴν βασιλείαν πεπιστευμένος. διὸ δὴ καὶ τῶν κελευόντων εἴκειν Ἀρχελάῳ πρεσβυτέρῳ τε ὄντι κἀν ταῖς ἐπιδιαθήκαις ὑπὸ τοῦ πατρὸς ἐγγεγραμμένῳ βασιλεῖ οὐκ ἠνείχετο.
227 ἐπεὶ δʼ εἰς τὴν Ῥώμην ἀφίκετο, καὶ πάντων τῶν συγγενῶν ἀπόστασις ἦν πρὸς αὐτόν, οὐκ εὐνοίᾳ τῇ ἐκείνου, μίσει δὲ τῷ πρὸς Ἀρχέλαον, μάλιστα μὲν ἐπιθυμοῦντες ἐλευθερίας καὶ ὑπὸ Ῥωμαίων στρατηγῷ τετάχθαι, εἰ δʼ ἄρα τι ἀντισταίη, λυσιτελέστερον Ἀρχελάου τὸν Ἀντίπαν λογιζόμενοι, συνέπραττον Ἀντίπᾳ τὴν βασιλείαν. καὶ Σαβῖνος κατηγόρει παρὰ Καίσαρι τοῦ Ἀρχελάου διὰ γραμμάτων.
228 Καῖσαρ δὲ Ἀρχελάου τε εἰσπέμψαντος ὡς αὐτὸν γράμματα, ἐν οἷς τὰ δικαιώματα προετίθει τε αὐτοῦ καὶ τὴν διαθήκην τοῦ πατρὸς καὶ τοὺς λογισμοὺς τῶν Ἡρώδου χρημάτων σὺν τῷ σημαντῆρι κομίζοντα Πτολεμαῖον, ἐκαραδόκει τὸ μέλλον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme