Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 17

 
ἦν δὲ ἡ Ἀκμὴ Ἰουδαία μὲν τὸ γένος, ἐδούλευε δὲ Ἰουλίᾳ τῇ Καίσαρος γυναικὶ καὶ ἔπρασσε ταῦτα φιλίᾳ τῇ Ἀντιπάτρου ὠνηθεῖσα ὑπʼ αὐτοῦ μεγάλῃ δόσει χρημάτων συγκακουργεῖν κατά τε τοῦ πατρὸς καὶ κατὰ τῆς τηθίδος.
 
Ἡρώδης δὲ ἐκπλαγεὶς μεγέθει τῆς Ἀντιπάτρου κακίας ὥρμησεν μὲν καὶ παραχρῆμα αὐτὸν ἀνελεῖν ὡς κύκηθρον μεγάλων γεγονότα πραγμάτων καὶ μὴ μόνον αὐτῷ ἀλλὰ καὶ τῇ ἀδελφῇ ἐπιβεβουλευκότα καὶ τοῦ Καίσαρος διεφθαρκότα τὴν οἰκίαν, ἐξώτρυνεν δʼ αὐτὸν καὶ ἡ Σαλώμη στερνοτυπουμένη καὶ κτείνειν αὐτὴν κελεύουσα, εἴ τινος ἐπὶ τοιοῖσδε πίστεως αἰτίαν ἀξιόχρεων οἵα τε παρασχεῖν γένοιτο.
 
Ἡρώδης δὲ μεταπέμψας ἀνέκρινεν τὸν υἱὸν κελεύων εἴ τι ἀντειπεῖν ἔχοι λέγειν μηδὲν ὑπιδόμενον, ἐπεὶ δὲ ἀχανὴς ἦν, ἤρετο αὐτόν, ἐπειδὴ τὰ πάντα πανταχοῦ πεφώραται πονηρὸς ὤν, τοὺς γοῦν συγκακουργήσαντας αὐτῷ τὰ πράγματα μὴ μελλῆσαι κατειπεῖν.
 
ὁ δὲ Ἀντιφίλῳ τὴν πάντων αἰτίαν ἀνετίθει, ἕτερον δʼ οὐδένα προυτίθει. Ἡρώδης δὲ περιαλγῶν ὥρμησεν μὲν πέμπειν ἐπὶ Ῥώμης τὸν υἱὸν ὡς Καίσαρα λόγον ὑφέξοντα τῶν ἐπὶ τοῖσδε βουλευμάτων,
 
ἔπειτα δείσας, μὴ καὶ βοηθείᾳ φίλων εὑρίσκοιτο τοῦ κινδύνου διαφυγάς, αὐτὸν μὲν δέσμιον ὡς καὶ πρότερον ἐφύλασσεν, αὖθις δὲ πρέσβεις ἐξέπεμπε καὶ γράμματα ἐπὶ κατηγορίᾳ τοῦ υἱέος ὁπόσα τε Ἀκμὴ συγκακουργήσειεν αὐτῷ καὶ ἀντίγραφα τῶν ἐπιστολῶν.
 
Καὶ οἱ μὲν πρέσβεις ἐπὶ τῆς Ῥώμης ἠπείγοντο ὁπόσα τε ἀνακρινομένους δεήσοι λέγειν προσεκδιδαχθέντες καὶ τὰ γράμματα φέροντες· εἰς νόσον δὲ ὁ βασιλεὺς ἐμπεσὼν διαθήκας γράφει τῷ νεωτάτῳ τῶν υἱῶν τὴν βασιλείαν διδοὺς μίσει τῷ τε πρὸς τὸν Ἀρχέλαον καὶ Φίλιππον ἐκ τῶν Ἀντιπάτρου διαβολῶν, Καίσαρί τε ταλάντων χιλίων καὶ γυναικὶ Ἰουλίᾳ τῇ Καίσαρος καὶ τέκνοις καὶ φίλοις καὶ ἀπελευθέροις Καίσαρος πεντακοσίων.
 
ἔνεμε δὲ καὶ τοῖς υἱέσιν χρήματα καὶ προσόδους καὶ ἀγροὺς καὶ υἱέσι τοῖς ἐκείνων, Σαλώμην δὲ ἐπὶ μέγα ἐπλούτιζεν τὴν ἀδελφὴν εὔνουν τε αὐτῷ ἐπὶ πᾶσιν διαμεμενηκυῖαν καὶ μηδαμόθι θρασυνομένην κακουργεῖν.
 
ἀπεγνωκὼς δὲ περιοίσειν, καὶ γὰρ περὶ ἔτος ἑβδομηκοστὸν ἦν, ἐξηγρίωσεν ἀκράτῳ τῇ ὀργῇ καὶ πικρίᾳ εἰς πάντα χρώμενος· αἴτιον δὲ ἦν δόξα τοῦ καταφρονεῖσθαι καὶ ἡδονῇ τὰς τύχας αὐτοῦ τὸ ἔθνος φέρειν· ἄλλως τʼ ἐπειδή τινες τῶν δημοτικωτέρων ἀνθρώπων καὶ ἐπανέστησαν αὐτῷ διὰ τοιαύτην αἰτίαν.
 
Ἦν Ἰούδας ὁ Σαριφαίου καὶ Ματθίας ὁ Μεργαλώθου Ἰουδαίων λογιώτατοι καὶ παρʼ οὕστινας ἐξηγηταὶ τῶν πατρίων νόμων, ἄνδρες καὶ δήμῳ προσφιλεῖς διὰ παιδείαν τοῦ νεωτέρου· ὁσημέραι γὰρ διημέρευον αὐτοῖς πάντες οἷς προσποίησις ἀρετῆς ἐπετετήδευτο.
 
οἵ τε πυνθανόμενοι τοῦ βασιλέως τὴν νόσον θεραπεύειν ἄπορον οὖσαν ἐξῆραν τὸ νεώτερον, ὥστε ὁπόσα παρὰ νόμον τοῦ πατρίου κατεσκεύαστο ἔργα ὑπὸ τοῦ βασιλέως ταῦτα καθελόντες εὐσεβείας ἀγωνίσματα παρὰ τῶν νόμων φέρεσθαι· καὶ γὰρ δὴ διὰ τὴν τόλμαν αὐτῶν παρʼ ὃ διηγόρευεν ὁ νόμος τῆς ποιήσεως τά τε ἄλλα αὐτῷ συντυχεῖν, οἷς παρὰ τὸ εἰωθὸς τοῦ ἀνθρώπου διετρίβη, καὶ δὴ καὶ τὴν νόσον.
 
ἦν γὰρ τῷ Ἡρώδῃ τινὰ πραγματευθέντα παρὰ τὸν νόμον, ἃ δὴ ἐπεκάλουν οἱ περὶ τὸν Ἰούδαν καὶ Ματθίαν. κατεσκευάκει δὲ ὁ βασιλεὺς ὑπὲρ τοῦ μεγάλου πυλῶνος τοῦ ναοῦ ἀνάθημα καὶ λίαν πολυτελές, ἀετὸν χρύσεον μέγαν· κωλύει δὲ ὁ νόμος εἰκόνων τε ἀναστάσεις ἐπινοεῖν καί τινων ζῴων ἀναθέσεις ἐπιτηδεύεσθαι τοῖς βιοῦν κατʼ αὐτὸν προῃρημένοις.
 
ὥστε ἐκέλευον οἱ σοφισταὶ τὸν ἀετὸν κατασπᾶν· καὶ γὰρ εἴ τις γένοιτο κίνδυνος τῷ εἰς θάνατον ἀνακειμένῳ, πολὺ τῆς ἐν τῷ ζῆν ἡδονῆς λυσιτελεστέραν φαίνεσθαι τὴν προστιθεμένην ἀρετὴν ὑπʼ αὐτοῦ τοῖς ἐπὶ σωτηρίᾳ καὶ φυλακῇ τοῦ πατρίου μελλήσουσι τελευτᾶν διὰ τὸ ἀίδιον τοῦ ἐπαινεῖσθαι φήμην κατασκευασαμένους ἔν τε τοῖς νῦν ἐπαινεθήσεσθαι καὶ τοῖς ἐσομένοις ἀειμνημόνευτον καταλείπειν τὸν βίον.
 
καίτοι γε καὶ τοῖς ἀκινδύνως διαιτωμένοις ἄφυκτον εἶναι τὴν συμφοράν, ὥστε καλῶς ἔχειν τοῖς ἀρετῆς ὀριγνωμένοις τὸ κατεψηφισμένον αὐτοῦ μετʼ ἐπαίνων καὶ τιμῶν δεχομένοις ἀπιέναι τοῦ βίου.
 
φέρειν γὰρ κούφισιν πολλὴν τὸ ἐπὶ καλοῖς ἔργοις ὧν μνηστῆρα τὸν κίνδυνον εἶναι τελευτᾶν, καὶ ἅμα υἱέσι τῶν αὐτῶν καὶ ὁπόσοι τοῦ συγγενοῦς καταλείποιντο ἄνδρες γυναῖκες καὶ τοῖσδε περιποιῆσαι ὄφελος εὐκλείᾳ τῇ ἀπʼ αὐτῶν.
 
Καὶ οἱ μὲν τοιούτοις λόγοις ἐξῆραν τοὺς νέους. ἀφικνεῖται δὲ λόγος εἰς αὐτοὺς τεθνάναι φράζων τὸν βασιλέα καὶ συνέπραττε τοῖς σοφισταῖς. καὶ μέσης ἡμέρας ἀνελθόντες κατέσπων τε καὶ πελέκεσιν ἐξέκοψαν τὸν ἀετὸν πολλῶν ἐν τῷ ἱερῷ διατριβόντων.
 
καὶ ὁ στρατηγὸς τοῦ βασιλέως, ἀγγέλλεται γὰρ ἡ ἐπιχείρησις πρὸς αὐτόν, ἀπὸ μείζονος διανοίας ἢ ἐπράσσετο ὑπολαβὼν ἄνεισι χεῖρα πολλὴν ἀγόμενος, ὁπόσοι ἀνθέξοιεν τῷ πλήθει τῶν πειρωμένων καθαιρεῖν τὸ ἀνάθημα, ἐπιπεσών τε μὴ προσδεχομένοις, ἀλλʼ ὁποῖα ὄχλος φιλεῖ δόξῃ μᾶλλον ἀμαθεῖ ἢ προνοίᾳ ἀσφαλεῖ τετολμηκότας, ἀσυντάκτοις τε καὶ μηδὲν τοῦ ὀνήσοντος προανεσκοπημένοις,
 
τῶν τε νέων οὐκ ἐλάσσους τεσσαράκοντα ἀνδρῶν, οἳ θάρσει ἔμενον ἐπιόντα ἐς φυγὴν τοῦ λοιποῦ πλήθους καταστάντος, λαμβάνει καὶ τοὺς εἰσηγητὰς τοῦ τολμήματος Ἰούδαν καὶ Ματθίαν ἄδοξον ἡγουμένους ὑποχωρεῖν τὴν ἔφοδον αὐτοῦ, καὶ ἀνήγαγεν ἐπὶ τὸν βασιλέα.
 
ἐρομένου δὲ ἐπεὶ ἀφίκοντο ἐπʼ αὐτὸν τοῦ βασιλέως, εἰ τολμήσειαν αὐτοῦ τὸ ἀνάθημα καθελεῖν, ἀλλὰ καὶ πεφρόνηταί γε ἡμῖν τὰ φρονηθέντα καὶ πέπρακται τὰ πεπραγμένα μετʼ ἀρετῆς ἀνδράσι πρεπωδεστάτης· τοῦ τε γὰρ θείου τῇ ἀξιώσει βεβοήθηται ὑφʼ ἡμῶν καὶ τοῦ νόμου ἠκρόατο τὸ σῶφρον,
 
θαυμαστόν τε οὐδέν, εἰ τῶν σῶν δογμάτων ἀξιωτέρους τετηρῆσθαι ἡγησάμεθα νόμους, οὓς Μωσῆς ὑπαγορεύσει καὶ διδαχῇ τοῦ θεοῦ γραψάμενος κατέλιπεν. ἡδονῇ τε τὸν θάνατον οἴσομεν καὶ τιμωρίαν ἥντινα ἐπιβάλοις διὰ τὸ μὴ ἐπʼ ἀδίκοις ἔργοις, ἀλλὰ φιλίᾳ τοῦ εὐσεβοῦς μέλλειν συνείσεσθαι τὸ ἐφομιλῆσον αὐτοῦ.
 
καὶ οἱ μὲν ταῦτα πάντες ἔλεγον οὐδὲν ἐλλιπεστέρᾳ τῇ τόλμῃ τοῦ λόγου χρώμενοι, ᾗ θαρσήσαντες τὸ ἔργον πράττειν οὐκ ἀπετράποντο. βασιλεὺς δὲ αὐτοὺς καταδήσας μετέπεμπεν εἰς Ἱεριχοῦντα Ἰουδαίων τοὺς ἐν τέλει,
 
καὶ παραγενομένων ἐξεκλησίασεν εἰς τὸ αὐτὸ θέατρον ἐπὶ κλινιδίου κείμενος ἀδυναμίᾳ τοῦ στῆναι, γωνεῖστων τε ἐφόσον αἵτινες ἦσαν ἐπʼ αὐτοὺς γεγονυῖαι ἀνηριθμεῖτο,
 
καὶ τοῦ ναοῦ τὴν κατασκευὴν ὡς μεγάλοις τέλεσι τοῖς αὐτοῦ γένοιτο μὴ δυνηθέντων ἔτεσιν ἑκατὸν εἰκοσιπέντε τῶν Ἀσαμωναίου ἐν οἷς ἐβασίλευον τοιόνδε τι ἐπὶ τιμῇ πρᾶξαι τοῦ θεοῦ, κοσμῆσαι δὲ καὶ ἀναθήμασιν ἀξιολόγοις.
 
ἀνθʼ ὧν ἐλπίδα μὲν αὐτῷ γενέσθαι κἂν μεθὸ θάνοι καταλελείψεσθαι μνήμην τε αὐτοῦ καὶ εὔκλειαν. κατεβόα τε ἤδη, διότι μηδὲ ζῶντα ὑβρίζειν ἀπόσχοιντο εἰς αὐτόν, ἀλλʼ ἡμέρας τε καὶ ἐν ὄψει τῆς πληθύος ὕβρει χρωμένους ἅψασθαι τῶν ὑπʼ αὐτοῦ ἀνακειμένων καὶ καθαίρεσιν ὑβρίζοντάς τε ποιεῖσθαι, λόγῳ μὲν εἰς αὐτόν, ἀλήθειαν δὲ εἴ τις ἐξετάζοι τοῦ γεγονότος ἱεροσυλοῦντας.
 
Οἱ δὲ διὰ τὴν ὠμότητα αὐτοῦ, μὴ δὴ καὶ κατʼ αὐτῶν ἐξαγριώσας εἰσπράττοιτο τιμωρίαν, οὔτε γνώμῃ ἔφασαν αὐτὰ πεπρᾶχθαι τῇ αὐτῶν, φαίνεσθαί τε αὐτοῖς οὐκ ἀπηλλαγμένα κολάσεως αὐτὰ εἶναι. ὁ δὲ τοῖς μὲν ἄλλοις πραϋτέρως ἔσχεν, Ματθίαν δὲ τὸν ἀρχιερέα παύσας ἱερᾶσθαι ὡς αἴτιον τοῦ μέρους τούτων γεγονότα καθίστα Ἰωάζαρον ἀρχιερέα, ἀδελφὸν γυναικὸς τῆς αὐτοῦ.
 
ἐπὶ δὲ τοῦ Μαθθίου τούτου ἱερωμένου συμβαίνει καὶ ἕτερον ἀρχιερέα καταστῆναι πρὸς μίαν ἡμέραν, ἣν Ἰουδαῖοι νηστείαν ἄγουσιν.
 
αἰτία δʼ ἐστὶν ἥδε· ὁ Ματθίας ἱερώμενος ἐν νυκτὶ τῇ φερούσῃ εἰς ἡμέραν, ᾗ ἡ νηστεία ἐνίστατο, ἔδοξεν ἐν ὀνείρατι ὡμιληκέναι γυναικί, καὶ διὰ τόδε οὐ δυναμένου ἱερουργεῖν Ἰώσηπος ὁ τοῦ Ἐλλήμου συνιεράσατο αὐτῷ συγγενὴς ὤν.
 
Ἡρώδης δὲ τόν τε Ματθίαν ἐπεπαύκει τῆς ἀρχιερωσύνης καὶ τὸν ἕτερον Ματθίαν, ὃς ἐγηγέρκει τὴν στάσιν, καὶ ἄνδρας ἐκ τῶν ἑταίρων αὐτοῦ ἔκαυσεν ζώους. καὶ ἡ σελήνη δὲ τῇ αὐτῇ νυκτὶ ἐξέλιπεν.
 
Ἡρώδῃ δὲ μειζόνως ἡ νόσος ἐνεπικραίνετο δίκην ὧν παρανομήσειεν ἐκπρασσομένου τοῦ θεοῦ· πῦρ μὲν γὰρ μαλακὸν ἦν οὐχ ὧδε πολλὴν ἀποσημαῖνον τοῖς ἐπαφωμένοις τὴν φλόγωσιν ὁπόσην τοῖς ἐντὸς προσετίθει τὴν κάκωσιν.
 
ἐπιθυμία δὲ δεινὴ τοῦ δέξασθαί τι ἀπʼ αὐτοῦ, οὐ γὰρ ἦν μὴ οὐχ ὑπουργεῖν, καὶ ἕλκωσις τῶν τε ἐντέρων καὶ μάλιστα τοῦ κόλου δειναὶ ἀλγηδόνες, καὶ φλέγμα ὑγρὸν περὶ τοὺς πόδας καὶ διαυγές· παραπλησία δὲ καὶ περὶ τὸ ἦτρον κάκωσις ἦν, ναὶ μὴν καὶ τοῦ αἰδοίου σῆψις σκώληκας ἐμποιοῦσα, πνεύματός τε ὀρθία ἔντασις καὶ αὐτὴ λίαν ἀηδὴς ἀχθηδόνι τε τῆς ἀποφορᾶς καὶ τῷ πυκνῷ τοῦ ἄσθματος, ἐσπασμένος τε περὶ πᾶν ἦν μέρος ἰσχὺν οὐχ ὑπομενητὴν προστιθέμενος.
 
ἐλέγετο οὖν ὑπὸ τῶν θειαζόντων καὶ οἷς ταῦτα προαποφθέγγεσθαι σοφίᾳ πρόκειται, ποινὴν τοῦ πολλοῦ δυσσεβοῦς ταύτην ὁ θεὸς εἰσπράσσεσθαι παρὰ τοῦ βασιλέως.
 
καίπερ δὲ μειζόνως ἢ ἀντίσχοι ἄν τις ταλαιπωρούμενος ἐν ἐλπίδι τοῦ ἀνασφαλοῦντος ἦν, ἰατρούς τε μεταπέμπων καὶ ὁπόσα ἀρωγὰ ὑπαγορεύσειαν χρῆσθαι μὴ ἀποτετραμμένος, ποταμόν τε περάσας Ἰορδάνην θερμοῖς τοῖς κατὰ Καλλιρρόην αὑτὸν παρεδίδου, ἅπερ σὺν τῇ ἐς πάντα ἀρετῇ καὶ πότιμά ἐστιν· ἔξεισιν δὲ τὸ ὕδωρ τοῦτο εἰς λίμνην τὴν ἀσφαλτοφόρον λεγομένην.
 
κἀνταῦθα τοῖς ἰατροῖς δοκῆσαν ὥστε ἀναθάλπειν αὐτόν, καθεθεὶς εἰς πύελον πλέων ἐλαίου δόξαν μεταστάσεως ἐνεποίησεν αὐτοῖς. τῶν δὲ οἰκετῶν οἰμωγῇ χρωμένων περιενεγκὼν καὶ μηδʼ ἥντινα ἀμφὶ τοῦ σωθησομένου ἐλπίδα ἔχων τοῖς στρατιώταις ἀνὰ πεντήκοντα δραχμὰς ἑκάστῳ κελεύει νεμηθῆναι·
 
πολλὰ δὲ καὶ τοῖς ἡγεμόσιν αὐτῶν καὶ φίλοις τοῖς αὐτοῦ ἐδωρεῖτο. καὶ παρῆν αὖθις ἐπὶ Ἱεριχοῦντος μέλαινά τε αὐτὸν ᾕρει χολὴ ἐπὶ πᾶσιν ἐξαγριαίνουσα, ὥστε δὴ τελευτῶν πρᾶξιν τοιάνδε ἐπινοεῖ·
 
ἀφικομένων προστάγματι τῷ αὐτοῦ Ἰουδαίων ἀνδρῶν παντὸς τοῦ ἔθνους ὁποίποτε ἀξιολόγων· πολλοὶ δὲ ἐγένοντο ὡς τοῦ παντὸς ἔθνους κατακεκλημένου καὶ πάντων ἀκροασαμένων τοῦ διατάγματος, εἰς γὰρ θάνατον ἦν ἀνακείμενα τοῖς ἀλογήσασι τῶν ἐπιστολῶν ἐμμαινομένου πᾶσιν τοῦ βασιλέως ὁμοίως τοῖς τε ἀναιτίοις καὶ παρεσχηκόσιν αἰτίαν·
 
συγκλείσας αὐτοὺς πάντας ἐν τῷ ἱπποδρόμῳ τήν τε ἀδελφὴν αὐτοῦ Σαλώμην καὶ τὸν ἄνδρα αὐτῆς Ἀλεξᾶν μεταπέμψας τεθνήξεσθαι μὲν οὐ πόρρω ἔλεγεν ἐπὶ τοσόνδε τῶν ἀλγηδόνων αὐτὸν περιεπουσῶν· καὶ τόδε μὲν οἰστόν τε καὶ πᾶσι φίλον παρατυγχάνειν, τὸ δὲ ὀλοφυρμῶν τε ἄπορον καὶ πένθους ἐνδεᾶ ὁποῖον ἐπὶ βασιλεῖ πράσσοιτο ἂν μάλιστα αὐτῷ λυπηρὸν εἶναι·
 
οὐ γὰρ ἀποσκοποῦν τὴν Ἰουδαίων διάνοιαν, ὡς εὐκτὸς αὐτοῖς καὶ πάνυ κεχαρισμένος ὁ θάνατος αὐτοῦ διὰ τὸ καὶ ζῶντος ἐπὶ ἀποστάσει ἐπείγεσθαι καὶ ὕβρει τῶν ὑπʼ αὐτοῦ προτιθεμένων·
 
ἔργον δʼ ἄρα ἐκείνων εἶναι κούφισίν τινα αὐτῷ ψηφίσασθαι τοῦ ἐπὶ τοιοῖσδε ἀλγεινοῦ· τὰ αὐτὰ γὰρ δὴ φρονῆσαι δόξῃ τῇ αὐτοῦ μὴ ἀπειπαμένων μέγαν τε αὐτοῦ τὸν ἐπιτάφιον γενέσθαι καὶ ὁποῖος οὐδʼ ἄλλοις βασιλέων καὶ πένθος διὰ τοῦ ἔθνους ἅπαντος ἐκ ψυχῆς ὀλοφυραμένων ἐπὶ παιδιᾷ καὶ γέλωτι αὐτοῦ.
 
ἐπὰν οὖν θεάσωνται τὴν ψυχὴν ἀφέντα αὐτόν, περιστήσαντας τῷ ἱπποδρόμῳ τὸ στρατιωτικὸν ἀγνοοῦν ἔτι τὸν θάνατον αὐτοῦ, μὴ γὰρ πρότερον εἰς τοὺς πολλοὺς ἐξενεγκεῖν ἢ τάδε πρᾶξαι κελεύειν, ἀκοντίσαι τοὺς ἐγκαθειργμένους, καὶ πάντας τοῦτον ἀνελόντας τὸν τρόπον διχόθεν αὐτὸν οὐχ ἁμαρτήσαντας τοῦ εὐφρανοῦντος, κυρώσει τε ὧν ἐπιστείλειεν αὐτοῖς μέλλων τελευτᾶν καὶ τῷ πένθει ἀξιολόγῳ τετιμῆσθαι.
 
καὶ ὁ μὲν μετὰ δακρύων ποτνιώμενος καὶ τοῦ συγγενοῦς τὴν εὔνοιαν καὶ πίστιν τοῦ θείου προσκαλῶν ἐπέσκηπτε μὴ ἠτιμῶσθαι ἀξιῶν, κἀκεῖνοι ὡμολόγουν οὐ παραβήσεσθαι.
 
Κατανοήσειεν δʼ ἄν τις τὴν διάνοιαν τοῦ ἀνθρώπου καὶ ὅτῳ τὰ πρότερα ἤρεσκεν ὡς ὑπὸ τοῦ φιλοζωεῖν πράξειε τὰ εἰς τοὺς συγγενεῖς πεπραγμένα, ἐκ γοῦν τῶν ἄρτι ἐπιστολῶν οὐδὲν ἀνθρώπειον εἰσφερομένην,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme