Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 17

164 Οἱ δὲ διὰ τὴν ὠμότητα αὐτοῦ, μὴ δὴ καὶ κατʼ αὐτῶν ἐξαγριώσας εἰσπράττοιτο τιμωρίαν, οὔτε γνώμῃ ἔφασαν αὐτὰ πεπρᾶχθαι τῇ αὐτῶν, φαίνεσθαί τε αὐτοῖς οὐκ ἀπηλλαγμένα κολάσεως αὐτὰ εἶναι. ὁ δὲ τοῖς μὲν ἄλλοις πραϋτέρως ἔσχεν, Ματθίαν δὲ τὸν ἀρχιερέα παύσας ἱερᾶσθαι ὡς αἴτιον τοῦ μέρους τούτων γεγονότα καθίστα Ἰωάζαρον ἀρχιερέα, ἀδελφὸν γυναικὸς τῆς αὐτοῦ.
165 ἐπὶ δὲ τοῦ Μαθθίου τούτου ἱερωμένου συμβαίνει καὶ ἕτερον ἀρχιερέα καταστῆναι πρὸς μίαν ἡμέραν, ἣν Ἰουδαῖοι νηστείαν ἄγουσιν.
166 αἰτία δʼ ἐστὶν ἥδε· ὁ Ματθίας ἱερώμενος ἐν νυκτὶ τῇ φερούσῃ εἰς ἡμέραν, ᾗ ἡ νηστεία ἐνίστατο, ἔδοξεν ἐν ὀνείρατι ὡμιληκέναι γυναικί, καὶ διὰ τόδε οὐ δυναμένου ἱερουργεῖν Ἰώσηπος ὁ τοῦ Ἐλλήμου συνιεράσατο αὐτῷ συγγενὴς ὤν.
167 Ἡρώδης δὲ τόν τε Ματθίαν ἐπεπαύκει τῆς ἀρχιερωσύνης καὶ τὸν ἕτερον Ματθίαν, ὃς ἐγηγέρκει τὴν στάσιν, καὶ ἄνδρας ἐκ τῶν ἑταίρων αὐτοῦ ἔκαυσεν ζώους. καὶ ἡ σελήνη δὲ τῇ αὐτῇ νυκτὶ ἐξέλιπεν.
168 Ἡρώδῃ δὲ μειζόνως ἡ νόσος ἐνεπικραίνετο δίκην ὧν παρανομήσειεν ἐκπρασσομένου τοῦ θεοῦ· πῦρ μὲν γὰρ μαλακὸν ἦν οὐχ ὧδε πολλὴν ἀποσημαῖνον τοῖς ἐπαφωμένοις τὴν φλόγωσιν ὁπόσην τοῖς ἐντὸς προσετίθει τὴν κάκωσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme