Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 17

154 φέρειν γὰρ κούφισιν πολλὴν τὸ ἐπὶ καλοῖς ἔργοις ὧν μνηστῆρα τὸν κίνδυνον εἶναι τελευτᾶν, καὶ ἅμα υἱέσι τῶν αὐτῶν καὶ ὁπόσοι τοῦ συγγενοῦς καταλείποιντο ἄνδρες γυναῖκες καὶ τοῖσδε περιποιῆσαι ὄφελος εὐκλείᾳ τῇ ἀπʼ αὐτῶν.
155 Καὶ οἱ μὲν τοιούτοις λόγοις ἐξῆραν τοὺς νέους. ἀφικνεῖται δὲ λόγος εἰς αὐτοὺς τεθνάναι φράζων τὸν βασιλέα καὶ συνέπραττε τοῖς σοφισταῖς. καὶ μέσης ἡμέρας ἀνελθόντες κατέσπων τε καὶ πελέκεσιν ἐξέκοψαν τὸν ἀετὸν πολλῶν ἐν τῷ ἱερῷ διατριβόντων.
156 καὶ ὁ στρατηγὸς τοῦ βασιλέως, ἀγγέλλεται γὰρ ἡ ἐπιχείρησις πρὸς αὐτόν, ἀπὸ μείζονος διανοίας ἢ ἐπράσσετο ὑπολαβὼν ἄνεισι χεῖρα πολλὴν ἀγόμενος, ὁπόσοι ἀνθέξοιεν τῷ πλήθει τῶν πειρωμένων καθαιρεῖν τὸ ἀνάθημα, ἐπιπεσών τε μὴ προσδεχομένοις, ἀλλʼ ὁποῖα ὄχλος φιλεῖ δόξῃ μᾶλλον ἀμαθεῖ ἢ προνοίᾳ ἀσφαλεῖ τετολμηκότας, ἀσυντάκτοις τε καὶ μηδὲν τοῦ ὀνήσοντος προανεσκοπημένοις,
157 τῶν τε νέων οὐκ ἐλάσσους τεσσαράκοντα ἀνδρῶν, οἳ θάρσει ἔμενον ἐπιόντα ἐς φυγὴν τοῦ λοιποῦ πλήθους καταστάντος, λαμβάνει καὶ τοὺς εἰσηγητὰς τοῦ τολμήματος Ἰούδαν καὶ Ματθίαν ἄδοξον ἡγουμένους ὑποχωρεῖν τὴν ἔφοδον αὐτοῦ, καὶ ἀνήγαγεν ἐπὶ τὸν βασιλέα.
158 ἐρομένου δὲ ἐπεὶ ἀφίκοντο ἐπʼ αὐτὸν τοῦ βασιλέως, εἰ τολμήσειαν αὐτοῦ τὸ ἀνάθημα καθελεῖν, ἀλλὰ καὶ πεφρόνηταί γε ἡμῖν τὰ φρονηθέντα καὶ πέπρακται τὰ πεπραγμένα μετʼ ἀρετῆς ἀνδράσι πρεπωδεστάτης· τοῦ τε γὰρ θείου τῇ ἀξιώσει βεβοήθηται ὑφʼ ἡμῶν καὶ τοῦ νόμου ἠκρόατο τὸ σῶφρον,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme