Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 17

93 Τῇ δʼ ἑξῆς συνήδρευεν μὲν Οὔαρός τε καὶ ὁ βασιλεύς, εἰσεκλήθησαν δὲ καὶ οἱ ἀμφοῖν φίλοι καὶ οἱ συγγενεῖς βασιλέως Σαλώμη τε ἡ ἀδελφή, εἶτʼ εἴ τινες μηνύσειν ἔμελλον καὶ ὧν βάσανοι γεγόνασιν, δοῦλοί τε μητρῷοι τοῦ Ἀντιπάτρου μικρῷ πρότερον συνειλημμένοι ἢ ʼκεῖνον ἥκειν, ἐπιστολὴν φέροντες, ἧς τὸ κεφάλαιον τῶν γεγραμμένων ἦν μὴ ἐπανιέναι ὡς πάντων τῷ πατρὶ ἡκόντων εἰς πύστιν, μόνην τε ἂν καταφυγὴν αὐτῷ λείπεσθαι Καίσαρα καὶ σὺν αὐτῇ τὸ μὴ πατρὶ ὑποχείριον γενέσθαι.
94 Ἀντιπάτρου δὲ προσπεσόντος τῷ πατρὶ πρὸς τὰ γόνατα καὶ ἱκετεύοντος μὴ προδιεγνωσμένην καταστῆναι δίκην, ἀλλʼ ἀκροάσεως αὐτοῦ γενομένης παρὰ τῷ πατρὶ ἀκεραίως μένειν δυναμένῳ, τοῦτον κελεύσας Ἡρώδης ἀπάγειν εἰς μέσον αὐτὸς ὠλοφύρατο τῶν παίδων τῆς ποιήσεως, ἣν ἐπὶ τοιαύταις αὐτῷ τύχαις γενομένην πρότερον ἢ τῆς δυσμενείας ἀνασπάσασθαι τῶν πρότερον εἰς Ἀντίπατρον ἐμβαλεῖν αὐτοῦ τὸ γῆρας, τροφάς τε καὶ παιδεύσεις ἃς ποιήσαιτο αὐτῶν ἐξηγούμενος καὶ πλούτου εὐπορίαν ἐν καιροῖς ὡς θελήσειαν προτεθεῖσαν εἰς πάντα·
95 ὧν οὐδὲν ἐπʼ ἐμποδίσματι γενέσθαι τοῦ μὴ οὐκ ἐπιβουλῇ τῇ ἐκείνων κινδυνεῦσαι τελευτᾶν ὑπὲρ τοῦ θᾶσσον δυσσεβῶς τὴν βασιλείαν παραλαβεῖν ἢ φύσεως νόμῳ μεταστάντος εὐχῇ τε τοῦ πατρὸς καὶ δίκῃ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme