Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 17

arg ὡς Ἀντίπατρος ἔπεισεν Φερώραν, ἵνα ἀνέλῃ τὸν πατέρα αὐτοῦ Ἡρώδην φαρμάκῳ δοὺς αὐτὸς τὸ φάρμακον τῷ Φερώρᾳ. καὶ ὡς ὁ βασιλεὺς Ἡρώδης παρήγγειλεν τῷ ἀδελφῷ αὐτοῦ Φερώρᾳ ἐκβαλεῖν τὴν γυναῖκα αὐτοῦ ἢ ἀναχωρῆσαι ἐκ τῆς βασιλείας. ὁ δὲ ἀσμένως ἤκουσεν καὶ ἀνεχώρησεν εἰς τὴν ἰδίαν τετραρχίαν κἀκεῖ μετ' οὐ πολὺ τελευτᾷ.
arg κατηγορία τῆς γυναικὸς Φερώρα ὑπὸ τῶν ἀδελφῶν Φερώρα ὡς ἀναιρεθέντος φαρμάκῳ. καὶ ὡς Ἡρώδης ἐκζητήσας εὗρε τὸ φάρμακον κατεσκευασμένον ἐπ' αὐτῷ ὑπὸ τοῦ υἱοῦ αὐτοῦ Ἀντιπάτρου, καὶ βασανίσας ἔγνω τὰς Ἀντιπάτρου ἐπιβουλάς.
arg κατάπλους Ἀντιπάτρου ἐκ Ῥώμης πρὸς τὸν πατέρα. καὶ ὡς κατηγορηθεὶς ὑπὸ Νικολάου τοῦ Δαμασκηνοῦ καὶ καταγνωσθεὶς θάνατον ὑπὸ τοῦ πατρὸς καὶ ὑπὸ Κυντιλλίου Οὐάρου τοῦ τότε πεπιστευμένου τὴν Συρίαν ἐδέθη μέχρι τῆς ἐσομένης διαγνώσεως ὑπὸ Καίσαρος.
arg πρεσβεία πεμφθεῖσα ὑπὸ Ἡρώδου πρὸς Καίσαρα περὶ Ἀντιπάτρου. καὶ ὡς Καῖσαρ ἀκούσας τὰς κατηγορίας κατέγνω αὐτοῦ θάνατον.
arg περὶ τῆς Ἡρώδου νόσου καὶ στάσεως τῶν Ἰουδαίων δι' αὐτήν, καὶ κόλασις τῶν στασιαστῶν.
arg ὡς δόξαντος Ἀντιπάτρου Ἡρώδην τετελευτηκέναι Ἀντίπατρος διαλεχθείη τῷ σωματοφύλακι περὶ ἀφέσεως, καὶ διὰ ταῦτα Ἀντιπάτρου ἀναίρεσις.
arg Ἡρώδου τελευτὴ καὶ διαθήκη τοῦ αὐτοῦ πρὸς Καίσαρα καὶ μερισμὸς πρὸς τοὺς τρεῖς υἱοὺς αὐτοῦ. καὶ ὡς Ἀρχέλαον βασιλέα ποιεῖ τῆς Ἰουδαίας.
arg ἐπιστολὴ Ἡρώδου πρὸς τὸν στρατὸν καὶ ἑκάστῳ αὐτῶν δωρεὰ καὶ παράκλησις πίστεως πρὸς τὸν υἱὸν αὐτοῦ Ἀρχέλαον.
arg ταφὴ Ἡρώδου ἐν Ἡρωδίῳ τῷ φρουρίῳ. καὶ ὡς ὁ λαὸς ἐστασίασεν πρὸς τὸν υἱὸν αὐτοῦ Ἀρχέλαον ἐν τῇ ἑορτῇ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme