Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 17

68 Ταῦτα συνῇδεν γὰρ τοῖς λόγοις τῆς ἀδελφῆς, καὶ πολὺ τοῦ μὴ ἀπιστίαν ἔτι ὑποπτεύεσθαι συνῆγεν αὐτοῖς, ὁ βασιλεὺς κρατυνάμενος ἐπὶ κακίᾳ τῇ Ἀντιπάτρου τὴν Δῶριν τὴν μητέρα αὐτοῦ πάντα τὸν περὶ αὐτὴν κόσμον ταλάντων πολλῶν ὄντα ἀφελόμενος ἔπειτα αὐτὴν ἀποπέμπεται καὶ ταῖς Φερώρου γυναιξὶν φιλίαν ἐσπείσατο.
69 μάλιστα δʼ ἐξώτρυνεν εἰς ὀργὴν κατὰ τοῦ παιδὸς τὸν βασιλέα Σαμαρείτης ἀνὴρ Ἀντίπατρος ἐπιτροπεύων τὸν υἱὸν τοῦ βασιλέως Ἀντίπατρον, ἄλλα τε αὐτοῦ ἐν ταῖς βασάνοις κατειπὼν καὶ ὅτι παρασκευασάμενος φάρμακον θανάσιμον δοίη Φερώρᾳ κελεύσας παρὰ τὴν ἀποδημίαν αὐτοῦ, ἵνʼ ὡς πλεῖστον ἀφεστήκοι τῶν ἐν τοιούτοις ὑποτοπασμῶν, τῷ πατρὶ δοῦναι.
70 καὶ κομίσαι μὲν Ἀντίφιλον ἐξ Αἰγύπτου τὸ φάρμακον ἕνα τῶν Ἀντιπάτρου φίλων, σταλῆναι δὲ ὡς Φερώραν διὰ Θευδίωνος μητρὸς Ἀντιπάτρου ἀδελφοῦ τοῦ βασιλέως παιδός, καὶ οὕτως ἐλθεῖν τὸ φάρμακον εἰς τὴν γυναῖκα τὴν Φερώρου δόντος φυλάσσειν τοῦ ἀνδρὸς αὐτῆς.
71 ἡ δὲ ὡμολόγει μὲν ἀνακρίναντος τοῦ βασιλέως, καὶ δραμοῦσα ὡς κομίσειεν ῥίπτει κατὰ τέγους ἑαυτήν, οὐ μὴν τελευτᾷ ἐπὶ πόδας τῆς πτώσεως γενομένης.
72 καὶ οὕτως ἐπεὶ ἀνεκτήσατο αὐτὴν ἄδειάν τε αὐτῇ ὑπισχνούμενος καὶ τοῖς οἰκείοις μηδὲν ἐπʼ ἀφανισμῷ τἀληθοῦς τρεπομένῃ, τρίψειν γε μὴν κακοῖς τοῖς ὑστάτοις ἀγνωμονεῖν προθεμένην, ὑπισχνεῖται καὶ ὤμοσεν ἦ μὴν ἐρεῖν τὰ πάντα ὃν ἐπράχθη τρόπον, λέγουσα μὲν, ὡς ἔφασαν οἱ πολλοὶ τῶν ἀνθρώπων ἀληθῆ τὰ πάντα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme