Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 17

64 ὑπὸ τούτων ὁ βασιλεὺς τῶν λόγων παροξυνθεὶς δούλας τε ἐβασάνιζε τῶν γυναικῶν καί τινας καὶ ἐλευθέρας, καὶ ὄντος ἀφανοῦς τοῦ πράγματος διὰ τὸ μηδεμίαν ἐξειπεῖν τελευταία τις περιουσῶν αὐτῆς τῶν ἀλγηδόνων ἄλλο μὲν ἔφη οὐδέν, θεὸν δʼ ἐπικαλεῖσθαι τοιαῖσδε αἰκίαις δώσειν περιβαλεῖν τὴν Ἀντιπάτρου μητέρα κακῶν τῶν ἐπεχόντων αἰτίαν πᾶσιν γενομένην.
65 ταῦτα εἰς ἐπίστασιν Ἡρώδην ἄγει, καὶ τὰ πάντα βασάνοις τῶν γυναικῶν ἀνάπυστα ἦν, οἵ τε κῶμοι καὶ κρυπταὶ σύνοδοι καὶ δὴ καὶ λόγων πρὸς μόνον τὸν υἱὸν εἰρημένων ἐξοίσεις πρὸς τὰς Φερώρου γυναῖκας· ἦν δὲ ταλάντων ἑκατὸν δωρεὰς ἐπικρύπτεσθαι φράζειν πρὸς Φερώραν τῷ Ἀντιπάτρῳ κέλευσις ὑπὸ τοῦ πατρός·
66 μῖσός τε πρὸς τὸν πατέρα καὶ ὀλοφυρμοὶ πρὸς τὴν μητέρα, ὡς ἐπὶ μήκιστον τοῦ πατρὸς βιοῦν ἐξηγμένου καὶ αὐτῷ μηδὲν ἐλάσσονος τοῦ γήρως ἐπικειμένου, ὡς μηδʼ ἂν ἐλθοῦσαν τὴν βασιλείαν ὁμοίως εὐφρᾶναί ποτʼ αὐτόν· παρατρέφεσθαί τε πολλοὺς ἐπὶ τῇ βασιλείᾳ καὶ ἀδελφοὺς καὶ ἀδελφῶν παῖδας οὐδαμῶς ἀδεῆ τὴν ἐλπίδα παρεχομένους τἀσφαλοῦς·
67 καὶ γὰρ δὴ καὶ νῦν, εἴ τι πάσχειν, αὐτὸν ἀδελφῷ μᾶλλον ἢ παιδὶ τῷ αὐτοῦ κελεύειν τὴν ἀρχὴν δίδοσθαι. ὠμότητά τε πολλὴν κατηγόρει τοῦ βασιλέως καὶ τὰς σφαγὰς τῶν υἱέων, φόβῳ τε μὴ καὶ αὐτῶν ἅπτοιτο ἤδη τὸν μὲν ἐπὶ Ῥώμης ἄρασθαι τέχνην ἐπινοῆσαι, Φερώραν δὲ ἐπὶ τῆς αὐτοῦ τετραρχίας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme