Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 16

 
Ἐξετετάρακτο δὲ τὰ περὶ τὴν οἰκίαν καὶ τοὺς παῖδας αὐτῷ πολὺ χεῖρον ἐσχηκότα περὶ τὸν καιρὸν ἐκεῖνον. ὅλως μὲν γὰρ οὐδὲ τὸν ἔμπροσθε χρόνον ἀσύνοπτον ἦν, ὡς τὸ μέγιστον καὶ δυσχερέστατον τῶν ἀνθρωπίνων παθῶν ἀπειλεῖται τῇ βασιλείᾳ διὰ τῆς τύχης, ἐπέβαινεν δὲ καὶ μᾶλλον ηὐξήθη τότε παρὰ τοιαύτην αἰτίαν.
 
Εὐρυκλῆς ἀπὸ Λακεδαίμονος οὐκ ἄσημος τῶν ἐκεῖ κακὸς δὲ τὴν ψυχὴν ἄνθρωπος καὶ περὶ τρυφὴν καὶ κολακείαν δεινὸς ἑκάτερον αὐτῶν ἔχειν τε καὶ μὴ δοκεῖν, ἐπιδημήσας ὡς τὸν Ἡρώδην δῶρά τε δίδωσιν αὐτῷ καὶ πλείω παρʼ ἐκείνου λαβὼν ταῖς εὐκαιρίαις τῶν ἐντεύξεων ἐπραγματεύσατο φίλος ἐν τοῖς μάλιστα γενέσθαι βασιλέως.
 
ἦν δʼ αὐτῷ καταγωγὴ μὲν ἐν τοῖς Ἀντιπάτρου, πρόσοδος δὲ καὶ συνήθεια πρὸς τὸν Ἀλέξανδρον· Ἀρχελάῳ γὰρ ἔλεγεν εἶναι τῷ Καππάδοκι διὰ σπουδῆς.
 
ὅθεν καὶ τὴν Γλαφύραν ὑπεκρίνατο τιμᾶν, καὶ πολὺς ἦν ἀφανῶς μὲν ἐκθεραπεύων ἅπαντας ἀεὶ δὲ τοῖς λαλουμένοις ἢ γινομένοις προσέχων, ὡς ἐξ αὐτῶν ἀντιχαρίζεσθαι τὰς διαβολάς.
 
τέλος δὲ τοιοῦτος ἑκάστῳ κατὰ τὰς συντυχίας ἀπέβαινεν, ὡς ἐκείνῳ μὲν εἶναι φίλος τοῖς δὲ ἄλλοις δοκεῖν κατὰ τὸ συμφέρον ἐκείνῳ προσεῖναι. οὗτος Ἀλέξανδρον παράγει νέον ὄντα καὶ περὶ ὧν ἐπεπόνθει μηδενὶ μὲν πρὸς ἐκεῖνον δὲ μόνον ἀδεῶς πεπεισμένον ἐξεῖναι λέγειν·
 
ἐνέφαινεν οὖν ἀχθόμενος, ὡς ὁ πατὴρ ἠλλοτρίωτο, καὶ τὰ περὶ τὴν μητέρα διηγεῖτο καὶ τὸν Ἀντίπατρον, ὅτι παρωθούμενος αὐτοὺς τῆς τιμῆς τὰ πάντα ἤδη δύναται. τούτων δὲ ἀνεκτὸν οὐδὲν ἔφη κατεσκευασμένου πρὸς μῖσος ἤδη τοῦ πατρός, ὡς μηδὲ συμποσίοις ἢ συλλόγοις ἀνέχεσθαι λέγων.
 
τοιαῦτα μὲν ἐκεῖνος, ὡς εἰκός, ἐφʼ οἷς ἤλγει· τοὺς δὲ λόγους Εὐρυκλῆς Ἀντιπάτρῳ τούτους ἀνέφερεν, λέγων μὲν ὡς οὐχ ἕνεκα σοῦ τοῦτʼ αὐτὸν ποιεῖν, νικᾶσθαι δὲ ὑπὸ σοῦ τιμώμενος τῷ μεγέθει τοῦ πράγματος καὶ φυλάττεσθαι παρακελευόμενος τὸν Ἀλέξανδρον· οὐ γὰρ ἀπαθῶς τούτων ἕκαστον λέγειν, ἀλλὰ τοῖς ῥήμασιν αὐτοῖς εἶναι τὴν αὐτοχειρίαν.
 
Ἀντίπατρος μὲν οὖν εὔνουν ὑπολαμβάνων ἐκ τούτων μεγάλας αὐτῷ παρʼ ἕκαστα δωρεὰς ἐδίδου καὶ τέλος ἤδη πείθει πρὸς τὸν Ἡρώδην ἀναφέρειν τὸν λόγον.
 
ὁ δʼ οὐκ ἦν τὴν Ἀλεξάνδρου δύσνοιαν ἐξ ὧν ἔλεγεν ἀκηκοέναι διηγούμενος ἀπίθανος, ἀλλʼ οὕτω διέθηκε τὸν βασιλέα περιάγων ἀεὶ τοῖς ῥήμασι καὶ παροξύνων, ὡς ἀμετάγνωστον ποιῆσαι τὸ μῖσος. ἐδήλωσεν δὲ καὶ πρὸς αὐτὸν τὸν καιρόν·
 
εὐθὺς γὰρ Εὐρυκλεῖ δίδωσιν πεντήκοντα τάλαντα δωρεάν. ὁ δὲ ταῦτα λαβὼν καὶ πρὸς Ἀρχέλαον ἀναβὰς τὸν βασιλέα τῶν Καππαδόκων τὸν Ἀλέξανδρον ἐπῄνει καὶ χρήσιμος ἔλεγεν αὐτῷ πολλὰ πρὸς τὰς διαλλαγὰς τὰς πρὸς τὸν πατέρα γεγενῆσθαι.
 
χρηματισάμενος δὲ καὶ παρʼ ἐκείνου πρὶν καταφωραθῆναι τῆς κακοηθείας ἀπῄει. Εὐρυκλῆς μὲν οὖν οὐδὲ ἐν τῇ Λακεδαίμονι παυσάμενος εἶναι μοχθηρὸς ἐπὶ πολλοῖς ἀδικήμασιν ἀπεστερήθη τῆς πατρίδος.
 
Ὁ δὲ τῶν Ἰουδαίων βασιλεὺς οὐχ ὥσπερ πρότερον εἶχεν πρός τε τὸν Ἀλέξανδρον καὶ τὸν Ἀριστόβουλον ἀκούειν μόνον τὰς κατʼ αὐτῶν διαβολάς, ἀλλʼ ἤδη διὰ μίσους οἰκείου γεγενημένος αὐτὸς εἰ καὶ μὴ λέγοι τις ἐξειργάζετο,
 
παρατηρῶν ἕκαστα καὶ πυνθανόμενος καὶ πᾶσιν ἐνδιδοὺς τοῖς βουλομένοις, εἴ τις ἔχοι τι κατʼ ἐκείνων εἰπεῖν, Εὐάρατόν τε Κῷον Ἀλεξάνδρῳ συνειδέναι. καὶ τοῦτο μὲν οὖν καθʼ ἡδονὴν τὸ πάντων ἥδιστον Ἡρώδης ἐλάμβανεν.
 
Ἐπιγίνεται δὲ κατὰ τῶν νεανίσκων μεῖζόν τι σκευωρουμένης ἀεὶ τῆς κατʼ αὐτῶν διαβολῆς καὶ πᾶσιν, ὡς εἰπεῖν, ἄθλου τούτου προκειμένου λέγειν τι περὶ ἐκείνων δυσχερὲς πρὸς τῆς τοῦ βασιλεύοντος ἐδόκει σωτηρίας.
 
σωματοφύλακες ἦσαν Ἡρώδῃ δύο κατʼ ἰσχὺν καὶ μέγεθος τιμώμενοι Ἰούκουνδος καὶ Τύραννος. οὗτοι προσκρούσαντος αὐτοῖς τοῦ βασιλέως ἀπεωσμένοι περὶ Ἀλέξανδρον ἦσαν συνιππαζόμενοι καὶ κατὰ τὰ γυμνάσια τιμώμενοι καί τι χρυσίον καὶ δωρεὰς ἄλλας ἔλαβον.
 
εὐθὺς οὖν καὶ τούτους ὁ βασιλεὺς ἐν ὑποψίαις ἔχων ἐβασάνιζεν, οἱ δὲ διακαρτερήσαντες πολὺν χρόνον ὕστερον ἔλεγον, ὅτι πείθοι φονεύειν αὐτοὺς Ἡρώδην Ἀλέξανδρος, ἐπεὶ περὶ κυνηγέσιον θηρίων διώκων προλάβοι· δυνατὸν γὰρ εἶναι λέγειν ὡς ἀπὸ τοῦ ἵππου κατενεχθεὶς ἐμπαρείη ταῖς αὐτοῦ λόγχαις·
 
καὶ γὰρ πρότερον αὐτῷ τοιοῦτον γενέσθαι πάθος. ἐπέδειξαν δὲ καὶ τὸ χρυσίον ἐν ἱππῶνι κατορωρυγμένον καὶ τὸν ἀρχικύνηγον ἐξήλεγχον, ὅτι καὶ λόγχας αὐτοῖς δοίη βασιλικὰς καὶ τοῖς Ἀλέξανδρον θεραπεύουσιν ὅπλα κελεύοντος ἐκείνου.
 
Μετὰ τούτους ὁ φρούραρχος Ἀλεξανδρείου συλληφθεὶς ἐβασανίζετο· καὶ γὰρ ἐκεῖνος αἰτίαν εἶχεν δέξεσθαι τῇ φρουρᾷ καὶ παρέξειν χρήματα τοῖς νεανίσκοις ὑπεσχῆσθαι τὰ κείμενα τῶν βασιλικῶν κατʼ ἐκεῖνο τὸ φρούριον.
 
αὐτὸς μὲν οὖν οὐδὲν ὡμολόγησεν, υἱὸς δὲ αὐτοῦ παρελθὼν ταῦτʼ ἔφη γενέσθαι, καὶ γράμματα ἐπέδωκεν ὡς εἰκάσαι τῆς Ἀλεξάνδρου χειρός· τελέσαντες σὺν θεῷ εἰπεῖν ἃ προεθέμεθα πάντα ἥξομεν πρὸς ὑμᾶς· ἀλλὰ πειράθητε, καθὼς ὑπέσχησθε, δέξασθαι ἡμᾶς τῷ φρουρίῳ.
 
μετὰ τοῦτο τὸ γραμματεῖον ὁ μὲν Ἡρώδης οὐκ ἐνδοιασίμως εἶχεν περὶ τῆς τῶν παίδων εἰς αὐτὸν ἐπιβουλῆς, Ἀλέξανδρος δὲ Διόφαντον ἔφη τὸν γραμματέα μιμήσασθαι τὸν τύπον καὶ διʼ Ἀντιπάτρου κακουργηθῆναι τὸ γραμματίδιον· ὁ γάρ τοι Διόφαντος ἐδόκει τὰ τοιαῦτα δεινὸς ἐν ὑστέρῳ τε διελεγχθεὶς ἐπʼ ἄλλοις οὕτως ἀπέθανεν.
 
Τοὺς δὲ βασανισθέντας ὁ βασιλεὺς καὶ εἰς τὸ πλῆθος προήγαγεν ἐν Ἱεριχοῦντι κατηγοροῦντας τῶν παίδων· καὶ τούτους μὲν ἐκ χειρὸς οἱ πολλοὶ βάλλοντες ἀπέκτειναν.
 
ὡρμημένων δὲ καὶ τοὺς περὶ τὸν Ἀλέξανδρον ὁμοίως κτεῖναι, τοῦτο μὲν ὁ βασιλεὺς παρῃτήσατο διὰ Πτολεμαίου καὶ Φερώρα τὸ πλῆθος ἀναστείλας, ἦν δὲ φυλακὴ καὶ τήρησις αὐτῶν καὶ προσῄει μὲν οὐδείς, πάντα δʼ ἐπεσκοπεῖτο τὰ γινόμενα καὶ λαλούμενα, καὶ τί γὰρ ἢ καταδίκων εἶχον ἀδοξίαν καὶ δέος.
 
ἕτερος δʼ αὐτῶν Ἀριστόβουλος ἐκ βαρυθυμίας ὑπαγόμενος καὶ τὴν ἑαυτοῦ τηθίδα καὶ πενθερὰν συναλγεῖν αὐτῷ ταῖς συμφοραῖς καὶ μισεῖν τὸν τοιαῦτα πειθόμενον οὐ γάρ, ἔφη, καὶ σοὶ κίνδυνος ἀπωλείας διαβεβλημένῃ Συλλαίῳ κατʼ ἐλπίδα γάμων ἅπαντα τἀνθάδε προμηνύειν;
 
τούτους ἐκείνη ταχὺ μάλα τἀδελφῷ προσφέρει τοὺς λόγους. ὁ δʼ οὐκέτι κατασχὼν αὑτὸν δῆσαί τε κελεύει καὶ διαστήσαντας ἀπʼ ἀλλήλων ὅσα κακῶς ἐποίησαν ἐπὶ τῷ πατρὶ ταῦτα γραψαμένους ἀποφέρειν.
 
οἱ δʼ ἐπεὶ τοῦτο προσετέτακτο αὐτοῖς, ἐγγράφουσιν ἐπιβουλὴν μὲν οὔτε νοῆσαι κατὰ τοῦ γεγεννηκότος οὔτε συσκευάσασθαι, δρασμῷ δὲ ἐπιβαλέσθαι καὶ τοῦτο διʼ ἀνάγκην ὑπόπτου καὶ δυσχεροῦς ὄντος αὐτοῖς τοῦ βίου.
 
Κατὰ δὲ τὸν χρόνον ἥκοντος ἐκ Καππαδοκίας πρεσβευτοῦ παρὰ Ἀρχελάου Μήλα τινός, ὃς ἦν δυνάστης τῶν ἐκείνου, βουλόμενος Ἡρώδης ἐνδείξασθαι τὴν δύσνοιαν Ἀρχελάου πρὸς αὐτὸν ἐκάλει τὸν Ἀλέξανδρον ὡς ἦν ἐν τοῖς δεσμοῖς καὶ πάλιν ἠρώτα περὶ τῆς φυγῆς, ὅπου καὶ πῶς ἐγνώκασιν ἀποχωρεῖν.
 
ὁ δὲ Ἀλέξανδρος πρὸς Ἀρχέλαον ἔφη κἀκεῖθεν εἰς Ῥώμην ὁμολογήσαντα διαπέμψειν· ἄλλο δʼ οὐδὲν οὔτʼ ἄτοπον οὔτε δυσχερὲς ἐντεθυμῆσθαι κατὰ τοῦ πατρὸς οὐδʼ ὅσα συνεσκεύασται κακοηθείᾳ τῶν ἐναντίων ἀληθὲς εἶναί τι τούτων.
 
βούλεσθαι δʼ ἂν ἔτι ζῆν καὶ τοὺς περὶ Τύραννον εἰς ἐξέτασιν ἀσφαλεστέραν, ἀλλὰ καὶ τούτους ἀπολέσθαι θᾶττον Ἀντιπάτρου τῷ πλήθει τοὺς ἰδίους ἐγκαθιστάντος φίλους.
 
Τοιαῦτα λέγοντος ἐκέλευσεν ἅμα τόν τε Μήλαν καὶ τὸν Ἀλέξανδρον ἄγειν ὡς Γλαφύραν τὴν Ἀρχελάου καὶ πυνθάνεσθαι παρʼ αὐτῆς, εἰ μηδὲν ἠγνόει τῶν εἰς ἐπιβουλὴν Ἡρώδου γιγνομένων.
 
ὡς δὲ ἧκον, εὐθὺς μὲν Γλαφύρα δεσμώτην ἰδοῦσα τὸν Ἀλέξανδρον ἔπληξε τὴν κεφαλὴν καὶ καταπληξαμένη μέγα καὶ συμπαθὲς ἀνῴμωξεν. ἦν δὲ καὶ τοῦ νεανίσκου δάκρυα καὶ τῶν παρόντων ὀδυνηρά τις θέα, μέχρι πλείονος οὐδὲ ἐφʼ οἷς ἧκον εἰπεῖν ἢ πράττειν δυναμένων.
 
ὀψὲ δὲ τοῦ Πτολεμαίου, τούτῳ γὰρ ἄγειν αὐτὸν ἐπετέτακτο, φράζειν κελεύοντος εἴ τι τῶν πραττομένων ἡ γυνὴ σύνοιδεν αὐτῷ,
 
τί δʼ οὐκ ἄν, ἔφη, συνέγνω τῆς ψυχῆς ἐμοὶ στεργομένη πλέον καὶ κοινωνοῦσα τέκνων; ἡ δὲ πρὸς ταῦτα μὲν ἀνεβόησεν, ὡς συνειδείη μὲν οὐδὲν ἄτοπον, εἰ δὲ φέροι πρὸς τὴν σωτηρίαν τὴν ἐκείνου τὸ καὶ καθʼ αὑτῆς τι ψεύσασθαι, πάνθʼ ὁμολογεῖν. ὁ δὲ Ἀλέξανδρος ἀσεβὲς μὲν οὐδέν, εἶπεν, οὐδʼ ὧν ὑπονοοῦσιν οὓς ἥκιστα ἐχρῆν οὔτʼ αὐτὸς ἐνόησα σύ τε οὐδὲν οἶσθα, ἀλλʼ ὅτι παρʼ Ἀρχέλαον ἀποχωρεῖν ἐγνώκειμεν κἀκεῖθεν εἰς Ῥώμην.
 
ταῦτʼ ἐκείνης ὁμολογούσης ὁ μὲν Ἡρώδης Ἀρχέλαον ἐξεληλέγχθαι τῆς πρὸς αὐτὸν δυσνοίας ὑπολαβὼν δίδωσιν Ὀλύμπῳ καὶ Οὐολομνίῳ γράμματα κελεύσας ἐν παράπλῳ μὲν Ἐλαιούσῃ τῆς Κιλικίας προσσχόντας Ἀρχελάῳ τε περὶ τούτων ἀποδοῦναι καὶ μεμψαμένους ὅτι τῆς ἐπιβουλῆς ἐφάψαιτο τοῖς παισὶν ἐκεῖθεν εἰς Ῥώμην πλεῖν.
 
κἂν εὕρωσιν ἀνύσαντά τι Νικόλαον, ὡς μηκέτʼ αὐτῷ δυσχεραίνειν Καίσαρα, διδόναι τὰς ἐπιστολὰς καὶ τοὺς ἐλέγχους τοὺς κατὰ τῶν νεανίσκων συνεσκευασμένως ἐπέστειλεν.
 
Ἀρχέλαος μὲν οὖν ἀπελογεῖτο δέξασθαι μὲν τοὺς νεανίσκους ὁμολογήσας διὰ τὸ συμφέρειν αὐτοῖς τε ἐκείνοις καὶ τῷ πατρὶ μὴ χαλεπώτερόν τι προστεθῆναι κατʼ ὀργὴν ὧν ὑπόπτως ἔχοντες ἐστασίαζον· οὐ μὴν καὶ πρὸς Καίσαρα πέμψειν οὐδʼ ἄλλο τι κατὰ δύσνοιαν τὴν πρὸς ἐκεῖνον ὁμολογῆσαι τοῖς νεανίσκοις.
 
Εἰς δὲ τὴν Ῥώμην ἀποκομισθέντες ἔσχον καιρὸν ἐπιδοῦναι τὰ γράμματα τῷ Καίσαρα διηλλαγμένον εὑρεῖν Ἡρώδῃ· τὰ γὰρ περὶ τὴν Νικολάου πρεσβείαν ἀπέβη τοῦτον τὸν τρόπον·
 
ὡς ἀνῆλθεν εἰς τὴν Ῥώμην καὶ περὶ τὴν αὐλὴν ἐγένετο, πρῶτον μὲν οὐκ ἐφʼ οἷς ἐληλύθει μόνον ἀλλὰ καὶ Συλλαίου κατηγορεῖν ἠξίου, καὶ δῆλοι πρὸ τῆς ἐντυχίας ἦσαν ἀλλήλους πολεμοῦντες.
 
οἱ δὲ Ἄραβες ὑπονοήσαντες ἐξ αὐτοῦ καὶ τῷ Νικολάῳ προσελθόντες τὰς ἀδικίας ἁπάσας ἐμήνυον καὶ τῶν Ὀβόδου ὡς διαφθαρέντων πάντων ἐμφανῆ τεκμήρια παρέχοντες, ἦν γὰρ καὶ τῶν γραμμάτων αὐτοῦ ὃ κατὰ τὴν ἀπόστασιν ὑφῃρημένοι διὰ τούτων ἤλεγχον.
 
ὁ δὲ Νικόλαος εὐτυχίαν τινὰ ταύτην ὁρῶν αὐτῷ προσγεγενημένην διʼ αὐτῆς ἐπραγματεύετο τὸ μέλλον, ἐπείγων εἰς διαλλαγὰς ἐλθεῖν Ἡρώδῃ Καίσαρα· σαφῶς γὰρ ἠπίστατο βουλομένῳ μὲν ἀπολογεῖσθαι περὶ ὧν ἔπραξεν οὐκ ἔσεσθαι παρρησίαν, ἐθέλοντι δὲ κατηγορεῖν Συλλαίου γενήσεσθαι καιρὸν ὑπὲρ Ἡρώδου λέγειν.
 
συνεστώτων οὖν ἐπʼ ἀλλήλους καὶ δοθείσης ἡμέρας ὁ Νικόλαος παρόντων αὐτῷ τῶν Ἀρέτα πρέσβεων τά τε ἄλλα κατηγόρει τοῦ Συλλαίου, τήν τε τοῦ βασιλέως ἀπώλειαν λέγων καὶ πολλῶν Ἀράβων,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme