Book 16
οὕτως ἡ ψυχὴ καὶ νύκτα καὶ ἡμέραν πρὸς τούτῳ γινομένη πάθος ἀνεμάξατο μανίας οὐχ ἧττον δὲ καὶ ἀνοίας. καὶ τὰ περὶ ἐκεῖνον εἶχεν οὕτως.
Ἀρχέλαος δὲ ὁ τῶν Καππαδόκων βασιλεύς, ὡς ἐπύθετο τὰ κατὰ τὸν Ἡρώδην, ἀγωνιῶν τε ὑπὲρ τῆς θυγατρὸς καὶ τοῦ νεανίσκου καὶ συναλγῶν ἀνδρὶ φίλῳ τῆς ἐπὶ τοσόνδε ταραχῆς, ἧκεν οὐκ ἐν παρέργῳ θέμενος τὰ πράγματα.
καὶ καταλαβὼν οὕτως ἔχοντα τὸ μὲν ἐπιτιμᾶν ἢ φάναι γενέσθαι τι προπετὲς αὐτῷ τελέως ἀνοίκειον εἰς τὸν καιρὸν ἡγήσατο· φιλονεικήσειν γὰρ κεκακωμένον καὶ μᾶλλον ἀπολογεῖσθαι σπεύδοντα πλείονος ὀργῆς ἀναπλησθήσεσθαι·
μετῄει δὲ τάξιν ἑτέραν τὴν ἐπανόρθωσιν τῶν ἠτυχημένων, ὀργιζόμενος τῷ νεανίσκῳ κἀκεῖνον ἐπιεικῆ λέγων τῷ μηδὲν ἐκ προπετείας ἐργάσασθαι, τόν τε γάμον διαλύσειν ἔφη πρὸς τὸν Ἀλέξανδρον, καὶ μηδʼ ἂν τῆς θυγατρὸς φείσασθαι, εἴ τι συνειδυῖα τούτῳ οὐ κατεμήνυσεν.
τοιούτου δʼ ὄντος οὐ κατὰ προσδοκίαν ὧν Ἡρώδης ᾤετο, τὸ δὲ πλέον ὑπὲρ αὐτοῦ τὴν ὀργὴν ἐπιδεικνυμένου, μετέπιπτεν ὁ βασιλεὺς τῆς χαλεπότητος καὶ λαβὼν ἐκ τοῦ δικαίου δοκεῖν τὰ πεπραγμένα πεποιηκέναι κατὰ μικρὸν εἰς τὸ τοῦ πατρὸς ἀντιμεθίστατο πάθος.
οἰκτρὸς δʼ ἦν ἐν ἀμφοτέροις, ὅτε μὲν ἀπελύοντό τινες τὰς τοῦ νεανίσκου διαβολὰς εἰς ὀργὴν ἐκταραττόμενος, ἐπειδὴ δὲ Ἀρχέλαος συγκατηγόρει, πρὸς δάκρυα καὶ λύπην οὐκ ἀπαθῆ μεθιστάμενος· ἐδεῖτο γοῦν ἐκείνου μήτε διαλύειν τὸν γάμον ὀργῆς τε ἔλαττον ἔχειν ἐφʼ οἷς ὁ νεανίσκος ἠδίκησεν.
Ἀρχέλαος δὲ παραλαβὼν ἐπιεικέστερον εἴς τε τοὺς φίλους μετέφερεν τὰς διαβολάς, ἐκείνων εἶναι λέγων νέον ὄντα καὶ κακοηθείας ἀναίσθητον διαφθεῖραι, τόν τε ἀδελφὸν αὐτῷ μᾶλλον εἰς ὑποψίαν καθίστη·
τοῦ γὰρ Ἡρώδου χαλεπῶς καὶ πρὸς τὸν Φερώραν ἔχοντος ὁ μὲν ἀπορίᾳ τοῦ διαλλάξοντος Ἀρχέλαον ὁρῶν μάλιστα δυνάμενον αὐτὸς τυχὼν πρὸς ἐκεῖνον ἐτράπετο μελανείμων καὶ πάντα τὰ σημεῖα τῆς μετὰ μικρὸν ἀπωλείας ἔχων,
Ἀρχέλαος δὲ οὔτε ὑπερεῖδεν τὴν ἔντευξιν οὔτʼ ἔφη δυνατὸς εἶναι ταχὺ μεταπείθειν οὕτως ἔχοντα τὸν βασιλέα· βέλτιον δὲ εἶναι αὐτῷ προσιέναι καὶ δεῖσθαι, τῶν πάντων αἴτιον αὑτὸν ὁμολογοῦντα· ὠφελήσειν γὰρ οὕτως τοῦ θυμοῦ τὸ περιττόν, αὐτὸς δὲ συλλήψεσθαι παρών.
ταῦτα δὲ πεισθέντος αὐτοῦ συναμφότερον ἦν διαπεπραγμένον, αἵ τε διαβολαὶ παρὰ δόξαν ἀφῄρηντο τοῦ νεανίσκου καὶ Φερώραν Ἀρχέλαος διαλλάξας οὕτως εἰς Καππαδοκίαν ἀπῄει, κεχαρισμένος ὡς οὐκ ἄλλος ἐν τῇ τότε περιστάσει τῶν καιρῶν Ἡρώδῃ γενόμενος. ὅθεν καὶ δώροις αὐτὸν ἐτίμησεν πολυτελεστάτοις κἀν τοῖς ἄλλοις μεγαλοπρεπῶς ἐν τοῖς μάλιστα φίλτατον ἡγησάμενος.
ἐποιήσατο δὲ καὶ συνθήκας εἰς Ῥώμην ἐλθεῖν, ἐπειδὴ περὶ τούτων ἐγέγραπτο Καίσαρι, καὶ μέχρις Ἀντιοχείας ἐπὶ τὸ αὐτὸ παρῆλθον. ἐκεῖ καὶ τὸν ἡγεμόνα Συρίας Τίτιον ἐκ διαφορᾶς Ἀρχελάῳ κακῶς ἔχοντα διήλλαξεν Ἡρώδης καὶ πάλιν εἰς Ἰουδαίαν ὑποστρέφει.
Γενομένῳ δὲ ἐν τῇ Ῥώμῃ κἀκεῖθεν ἐπανήκοντι συνέστη πόλεμος πρὸς τοὺς Ἄραβας ἐξ αἰτίας τοιαύτης· οἱ κατοικοῦντες τὸν Τράχωνα Καίσαρος ἀφελομένου Ζηνόδωρον καὶ προσθέντος Ἡρώδῃ τὴν χώραν λῃστεύειν μὲν οὐκ εἶχον ἐξουσίαν ἔτι, γεωργεῖν δὲ καὶ ζῆν ἡμέρως ἠναγκάζοντο.
τόδʼ ἦν ἐκείνοις οὐχ αἱρετὸν οὐδὲ λυσιτέλειαν ἔφερεν ἡ γῆ πονούντων. ὅμως δὲ κατʼ ἀρχὰς μὲν οὐκ ἐπιτρέποντος τοῦ βασιλέως ἀπείχοντο τῶν εἰς τοὺς περιοίκους ἀδικημάτων, καὶ πολλὴ διὰ τοῦτο ἦν εὐδοξία τῆς ἐπιμελείας Ἡρώδῃ.
πλεύσαντος δʼ εἰς τὴν Ῥώμην, ὅτε καὶ τοῦ παιδὸς Ἀλεξάνδρου κατηγόρει καὶ παραθησόμενος Ἀντίπατρον τὸν υἱὸν παρεληλύθει Καίσαρι, λόγον ὡς ἀπολωλὼς εἴη διασπείροντες οἱ τὸν Τράχωνα νεμόμενοι τῆς τε ἀρχῆς ἀπέστησαν καὶ πάλιν ἐπὶ τὰ συνήθη τοὺς πλησιοχώρους ἀδικεῖν ἐτρέποντο.
τότε μὲν οὖν αὐτοὺς οἱ στρατηγοὶ τοῦ βασιλέως ἀπόντος ἐχειρώσαντο. περὶ τετταράκοντα δέ τινες ἀρχιλῃσταὶ κατὰ δέος τῶν ἡλωκότων ἐξέλιπον μὲν τὴν χώραν,
εἰς δὲ τὴν Ἀραβίαν ἀφορμήσαντες Συλλαίου δεξαμένου μετὰ τὴν ἀποτυχίαν τοῦ Σαλώμης γάμου, τόπον τε ἐρυμνὸν ἐκείνου δόντος ᾤκησαν καὶ κατατρέχοντες οὐ μόνον τὴν Ἰουδαίαν ἀλλὰ καὶ τὴν κοίλην Συρίαν ἅπασαν ἐλῄζοντο, παρέχοντος ὀρμητήρια τοῦ Συλλαίου καὶ κακῶς ποιοῦσιν ἄδειαν.
Ἡρώδης δὲ ἐπανελθὼν ἀπὸ τῆς Ῥώμης ἔγνω πολλὰ τῶν οἰκείων αὐτῷ κεκακωμένα, καὶ τῶν μὲν λῃστῶν ἐγκρατὴς γενέσθαι οὐκ ἠδυνήθη διὰ τὴν ἀσφάλειαν, ἣν ἐκ τῆς τῶν Ἀράβων προστασίας ἐπορίσαντο, χαλεπῶς δὲ ἔχων αὐτὸς τῶν ἀδικημάτων περιελθὼν τὸν Τράχωνα τοὺς οἰκείους αὐτῶν ἀπέσφαξεν.
ἐντεῦθεν ἐκεῖνοι καὶ μᾶλλον πρὸς ὀργὰς ὧν ἐπεπόνθεισαν ὄντος αὐτοῖς καὶ νόμου πάντα τρόπον ἐπεξιέναι τοὺς τῶν οἰκείων φονεῖς ἀνυποτιμήτως τὴν Ἡρώδου πᾶσαν ἄγοντες καὶ φέροντες διετέλουν. ἐκεῖνος δὲ διελέγετο περὶ τούτων τοῖς Καίσαρος ἡγεμόσιν Σατορνίνῳ τε καὶ Οὐολομνίῳ ἐπὶ κολάσει τοὺς λῃστὰς ἐξαιτούμενος.
ὅθεν ἔτι καὶ μᾶλλον ἰσχυρῶς ἐχόντων πλείους μὲν ἐγίνοντο, πάντα δὲ ἐτάραττον ἐπʼ ἀναστάσει τῆς Ἡρώδου βασιλείας χωρία καὶ κώμας πορθοῦντες καὶ τοὺς λαμβανομένους τῶν ἀνθρώπων ἀπέσφαττον, ὡς εἶναι πολέμῳ τὴν ἀδικίαν ἐοικυῖαν· ἐγεγόνεισαν γὰρ ἤδη περὶ χιλίους.
ἐφʼ οἷς ἀχθόμενος Ἡρώδης τούς τε λῃστὰς ἐξῄτει καὶ χρέος ὃ διὰ Συλλαίου δανείσας ἔτυχεν Ὀβάδᾳ τάλαντα ἑξήκοντα, παρηκούσης αὐτῷ τῆς προθεσμίας ἀπολαβεῖν ἠξίου.
Σύλλαιος δὲ τὸν μὲν Ὀβάδαν παρεωσμένος αὐτὸς δὲ ἅπαντα διοικῶν τούς τε λῃστὰς ἔξαρνος ἦν μὴ κατὰ τὴν Ἀραβίαν εἶναι καὶ περὶ τῶν χρημάτων ἀνεβάλλετο, περὶ ὧν ἐπί τε Σατορνίνου καὶ Οὐολομνίου τῶν Συρίας ἐπιστατούντων ἐγίνοντο λόγοι.
τέλος δὲ συνέθεντο διʼ ἐκείνων ἐντὸς ἡμερῶν τριάκοντα τά τε χρήματα τὸν Ἡρώδην ἀπολαβεῖν καὶ τοὺς ἀλλήλων ἐν ἑκατέρᾳ τῇ βασιλείᾳ καὶ παρὰ μὲν Ἡρώδῃ τῶν Ἀράβων οὐδεὶς εὑρέθη τὸ σύνολον οὔτε ἐπʼ ἀδικίας οὔτε κατʼ ἄλλον τρόπον, οἱ δʼ Ἄραβες ἠλέγχοντο τοὺς λῃστὰς παρʼ αὐτοῖς ἔχειν.
Διελθούσης δὲ τῆς προθεσμίας Σύλλαιος οὐδὲν τῶν δικαίων πεποιηκὼς εἰς Ῥώμην ἀνέρχεται. ῥύσια δὲ τῶν χρημάτων καὶ τῶν παρʼ ἐκείνοις λῃστῶν Ἡρώδης ἐποιεῖτο,
καὶ τῶν περὶ τὸν Σατορνῖνον καὶ Οὐολόμνιον ἐπιτρεπόντων ἀγνωμονοῦντας ἐπεξιέναι στρατιάν τε ἔχων προήγαγεν εἰς τὴν Ἀραβίαν τρισὶν ἡμέραις ἑπτὰ σταθμοὺς διανύσας, καὶ γενόμενος ἐπὶ τοῦ φρουρίου τοῦ τοὺς λῃστὰς ἔχοντος αἱρεῖ μὲν ἐξ ἐφόδου πάντας αὐτούς, κατασκάπτει δὲ τὸ χωρίον Ῥάεπτα καλούμενον· τῶν δὲ ἄλλων οὐδὲν ἐλύπησεν.
ἐκβοηθησάντων δὲ τῶν Ἀράβων ἡγουμένου Νακέβου μάχη γίνεται, καθʼ ἣν ὀλίγοι μὲν τῶν Ἡρώδου, Νάκεβος δὲ ὁ τῶν Ἀράβων στρατηγὸς καὶ περὶ εἰκοσιπέντε τῶν σὺν αὐτῷ πίπτουσιν, οἱ δὲ ἄλλοι πρὸς φυγὴν ἐτράποντο.
τισάμενος δὲ τούτους τρισχιλίους Ἰδουμαίων ἐπὶ τῇ Τραχωνίτιδι κατοικίσας ἦγεν λῃστὰς τοὺς ἐκεῖ, καὶ περὶ τούτων τοῖς ἡγεμόσιν ἔπεμπεν περὶ Φοινίκην οὖσιν, ἀποδεικνὺς ὅτι μηδὲν πλέον ὧν ἀγνωμονοῦντας ἐπεξελθεῖν ἔδει τοὺς Ἄραβας αὐτῷ πέπρακται. ταῦτα μὲν οὖν ἐκεῖνοι πολυπραγμονοῦντες εὕρισκον οὐ ψευδόμενον.
Ἄγγελοι δὲ Συλλαίῳ καταταχήσαντες εἰς Ῥώμην τὰ πεπραγμένα διεσάφουν εἰς μεῖζον, ὡς εἰκός, ἕκαστον τῶν γεγονότων αἴροντες.
ὁ δὲ ἤδη μὲν ἐπεπραγμάτευτο γνώριμος εἶναι Καίσαρι, τότε δὲ περὶ τὴν αὐλὴν ἀναστρεφόμενος ὡς ἤκουσεν εὐθὺς μεταμφιέννυται μέλαιναν ἐσθῆτα καὶ παρελθὼν ἔλεγεν ὡς αὐτόν, ὅτι πολέμῳ τὰ περὶ τὴν Ἀραβίαν εἴη κεκακωμένα καὶ πᾶσα ἀνάστατος ἡ βασιλεία στρατιᾷ πορθήσαντος αὐτὴν Ἡρώδου.
δακρύων δὲ πεντακοσίους μὲν ἐπὶ δισχιλίοις Ἀράβων ἀπολωλέναι τοὺς πρώτους ἔλεγεν, ἀνῃρῆσθαι δὲ καὶ τὸν στρατηγὸν αὐτῶν Νάκεβον οἰκεῖον αὐτῷ καὶ συγγενῆ, πλοῦτον δὲ διηρπάσθαι τὸν ἐν Ῥαέπτοις, καταπεφρονῆσθαι δὲ τὸν Ὀβόδαν ὑπὸ ἀσθενείας οὐκ ἀρκέσαντα τῷ πολέμῳ διὰ τὸ μήτʼ αὐτὸν μήτε τὴν Ἀραβικὴν δύναμιν παρεῖναι.
τοιαῦτα τοῦ Συλλαίου λέγοντος καὶ προστιθέντος ἐπιφθόνως, ὡς οὐδʼ ἂν αὐτὸς ἀπέλθοι τῆς χώρας μὴ πεπιστευκὼς ὅτι Καίσαρι μέλοι τὴν εἰρήνην ἅπασιν εἶναι πρὸς ἀλλήλους, μηδʼ εἰ παρὼν ἐτύγχανεν ἐκεῖ λυσιτελῆ ποιῆσαι τὸν πόλεμον Ἡρώδῃ, παροξυνθεὶς ἐπὶ τοῖς λεγομένοις ὁ Καῖσαρ ἀνέκρινε τῶν Ἡρώδου τοὺς παρόντας καὶ τῶν ἰδίων τοὺς ἀπὸ Συρίας ἥκοντας αὐτὸ μόνον, εἰ τὴν στρατιὰν Ἡρώδης ἐξαγάγοι.
τῶν δὲ τοῦτο μὲν αὐτὸ λέγειν ἀνάγκην ἐχόντων, τὸ δὲ ἐφʼ ὅτῳ καὶ πῶς οὐκ ἀκούοντος, ὀργή τε μείζων ἐγίνετο τῷ Καίσαρι καὶ γράφει πρὸς τὸν Ἡρώδην τά τε ἄλλα χαλεπῶς καὶ τοῦτο τῆς ἐπιστολῆς τὸ κεφάλαιον, ὅτι πάλαι χρώμενος αὐτῷ φίλῳ νῦν ὑπηκόῳ χρήσεται.
γράφει δὲ καὶ Σύλλαιος ὑπὲρ τούτων τοῖς Ἄραψιν. οἱ δʼ ἐπαρθέντες οὔτε τῶν λῃστῶν ὅσοι διέφυγον ἐξεδίδοσαν οὔτε τὰ χρήματα διευλύτουν, νομάς τε ἃς ἐκείνου μισθωσάμενοι διακατεῖχον ἀμισθὶ ταύταις ἐχρῶντο, τεταπεινωμένου τοῦ τῶν Ἰουδαίων βασιλέως διὰ τὴν ὀργὴν τοῦ Καίσαρος.
ἐπιτίθενται δὲ τῷ καιρῷ καὶ οἱ τὴν Τραχωνῖτιν ἔχοντες τῆς τῶν Ἰδουμαίων φρουρᾶς κατεξαναστάντες καὶ λῃστηρίοις χρώμενοι μετὰ τῶν Ἀράβων, οἳ ἐλεηλάτουν τὴν ἐκείνων χώραν οὐκ ἀπὸ ὠφελείας μόνον, ἀλλὰ καὶ μνησικακίας χαλεπώτεροι τὰς ἀδικίας ὄντες.
Ἡρώδης δὲ ταῦτα πάντα φέρων ἠνείχετο μεταβεβληκυίας αὐτῷ τῆς παρρησίας, ἣν εἶχε διὰ Καίσαρα, καὶ τὸ μεῖζον ἀφῄρητο τοῦ φρονήματος· οὐδὲ γὰρ πέμψαντος αὐτοῦ πρεσβείαν ἀπολογησομένην ὁ Καῖσαρ ἠνέσχετο, πάλιν δὲ τοὺς συνελθόντας ἀπράκτους ἀνέπεμψεν.
ἦν δʼ οὖν ἐπὶ τούτοις ἀθυμία καὶ δέος, ὅ τε Σύλλαιος οὐ μετρίως ἐλύπει πιστευθείς τε καὶ παρὼν ἐν τῇ Ῥώμῃ, τότε δὲ καὶ μειζόνων ἁπτόμενος· ὁ μὲν γὰρ Ὀβόδας ἐτεθνήκει, παραλαμβάνει δὲ τὴν τῶν Ἀράβων ἀρχὴν Αἰνείας ὁ μετονομασθεὶς αὖθις Ἀρέτας.
τοῦτον γὰρ ἐπεχείρει διαβολαῖς παρωσάμενος αὐτὸς ἀναλαμβάνειν τὴν ἀρχήν, χρήματα μὲν πολλὰ διδοὺς τοῖς περὶ τὴν αὐλήν, πολλὰ δὲ Καίσαρι δώσειν ὑπισχνούμενος. ὁ δὲ τῷ μὴ τὸν Ἀρέταν ἐπιστείλαντα πρότερον αὐτῷ βασιλεύειν ὠργίζετο.
πέμπει δὲ κἀκεῖνος ἐπιστολὴν καὶ δῶρα τῷ Καίσαρι στέφανόν τε χρυσοῦν ἀπὸ πολλῶν ταλάντων· ἡ δὲ ἐπιστολὴ κατηγόρει Σύλλαιον ὄντα πονηρὸν δοῦλον Ὀβόδαν τε φαρμάκοις διαφθεῖραι καὶ ζῶντος ἔτι κρατεῖν αὐτὸν τάς τε τῶν Ἀράβων μοιχεύοντα καὶ χρήματα δανειζόμενον, ὥστʼ ἐξιδιώσασθαι τὴν ἀρχήν.
προσέσχεν δὲ οὐδὲ τούτοις ὁ Καῖσαρ, ἀλλʼ ἀποπέμπει μηδὲν τῶν δώρων λαβών. τὰ δὲ περὶ τὴν Ἰουδαίαν καὶ Ἀραβίαν ἀεὶ καὶ μᾶλλον ἐπεδίδου τὰ μὲν εἰς ἀταξίαν τὰ δʼ ὡς καταφθειρομένων μηδένα προεστάναι·
τῶν γὰρ βασιλέων ὁ μὲν οὐδέπω τὴν ἀρχὴν βεβαίαν ἔχων οὐχ ἱκανὸς ἦν κωλύειν τοὺς ἀδικοῦντας, Ἡρώδης δὲ ἐφʼ οἷς ἠμύνατο τάχιον ὀργισθέντος αὐτῷ Καίσαρος ἁπάσας τὰς εἰς αὐτὸν παρανομίας φέρειν ἠναγκάζετο.
πέρας δʼ οὐδὲν ὁρῶν τῶν περιεστώτων κακῶν ἔγνω πάλιν εἰς Ῥώμην ἀποστέλλειν, εἴ τι δύναιτο μετριώτερον εὑρεῖν διά τε τῶν φίλων καὶ πρὸς αὐτὸν Καίσαρα τὴν ἐντυχίαν ποιησάμενος. κἀκεῖ μὲν ὁ Δαμασκηνὸς ἀπῄει Νικόλαος.