Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 16

360 διέπεμπεν οὖν ὅσους ἐδόκει καλεῖν εἰς τὸ συνέδριον Ἀρχελάου χωρίς· ἐκεῖνον δὲ διʼ ἔχθος οὐκ ἠξίου παρατυγχάνειν ἢ καὶ τῇ προαιρέσει νομίζων ἐμποδὼν ἔσεσθαι.
361 Γενομένων δὲ ἐν Βηρυτῷ τῶν ἡγεμόνων καὶ τῶν ἄλλων ὅσους τῶν πόλεων ἐκάλεσεν, τοὺς μὲν παῖδας, οὐ γὰρ ἠξίου παράγειν εἰς τὸ συνέδριον, ἐν κώμῃ τινὶ Σιδωνίων εἶχεν Παλαεστῶ καλουμένῃ πλησίον τῆς πόλεως, ὡς ἔχειν εἰ κληθεῖεν παραστῆσαι.
362 μόνος δὲ καὶ κατʼ αὐτὸν εἰσελθὼν ἑκατὸν καὶ πεντήκοντα συγκαθημένων ἀνδρῶν κατηγόρει κατηγορίαν οὐκ ὀδυνηρὰν ὡς πρὸς ἀνάγκην ὧν ἠτύχει, πλεῖστον δὲ ἀπεοικυῖαν ᾗ πατὴρ ἐπὶ παισὶν εἴποι·
363 βίαιος γὰρ ἦν καὶ περὶ τὴν ἀπόδειξιν τῆς αἰτίας ἐτετάρακτο καὶ μέγιστα θυμοῦ καὶ ἀγριότητος ἐνεδίδου σημεῖα, τούς τε ἐλέγχους οὐκ ἐκείνοις ἐπιτρέπων καταμαθεῖν, ἀλλὰ συνηγορίαν αὐτοῖς προτιθεὶς πατρὶ κατὰ παίδων ἀσχήμονα, καὶ τὰ γραφέντα διʼ αὐτῶν ἐκείνων ἀναγινώσκων, ἐν οἷς ἐπιβουλὴ μὲν ἤ τις ἐπίνοια δυσσεβείας οὐκ ἐγέγραπτο, μόνον δὲ ὡς φυγεῖν βουλεύοιντο καὶ λοιδορίαι τινὲς εἰς αὐτὸν ὀνείδη περιέχουσαι διὰ τὴν δύσνοιαν.
364 ἐφʼ αἷς ἐκεῖνος ὡς ἐγένετο μᾶλλόν τε ἐξεβόα καὶ τὸ περιὸν εἰς ὁμολογίαν τῆς ἐπιβουλῆς διʼ ἐκείνων ηὔξανεν ἐπομνύμενος, ὡς ἥδιον ἂν στέροιτο τοῦ ζῆν ἢ τοιούτων ἀκούειν λόγων.
365 τὸ δὲ τελευταῖον εἰπών, ὅτι καὶ τῇ φύσει καὶ τῇ Καίσαρος δόσει τὴν ἐξουσίαν αὐτὸς ἔχοι, προσέθηκεν αὐτῷ καὶ πάτριον νόμον κελεύειν, εἴ του κατηγορήσαντες οἱ γονεῖς ἐπιθοῖεν τῇ κεφαλῇ τὰς χεῖρας, ἐπάναγκες εἶναι τοῖς περιεστῶσιν βάλλειν καὶ τοῦτον ἀποκτείνειν τὸν τρόπον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme