Book 16
21
καὶ περὶ Σινώπην τὴν ἐν Πόντῳ καταλαβὼν ἀπροσδόκητος μὲν ὤφθη ταῖς ναυσὶ προσπλέων, ἄσμενος δὲ ἐφάνη πολλαί τε φιλοφρονήσεις ἦσαν, ἅτε καὶ μεγίστην πίστιν εἰληφέναι δοκοῦντος εὐνοίας καὶ φιλοστοργίας τῆς εἰς αὐτὸν Ἀγρίππου, τοσοῦτον μὲν πλοῦν ἀνύσαντος τοῦ βασιλέως, οὐκ ἀπολειφθέντος δὲ τῆς ἐκείνου χρείας, ἣν μετὰ τοῦ καταλιπεῖν ἀρχὴν καὶ διοίκησιν οἰκείων πραγμάτων προυργιαιτέραν ἔθετο.
22
πᾶν γοῦν ἦν αὐτῷ κατὰ τὴν στρατείαν Ἡρώδης, ἔν τε τοῖς πραγματικοῖς συναγωνιστὴς κἀν τοῖς κατὰ μέρος σύμβουλος, ἡδὺς δὲ κἀν ταῖς ἀνέσεσι καὶ μόνος ἁπάντων κοινωνὸς ὀχληρῶν μὲν διὰ τὴν εὔνοιαν, ἡδέων δὲ διὰ τὴν τιμήν.
23
ὡς δʼ αὐτοῖς κατείργαστο καὶ τὰ περὶ τὸν Πόντον, ὧν ἕνεκεν Ἀγρίππας ἐστάλη, τὴν ἀνακομιδὴν οὐκέτʼ ἐδόκει ποιεῖσθαι πλέουσιν, ἀλλὰ διαμειψάμενοι τήν τε Παφλαγονίαν καὶ Καππαδοκίαν κἀκεῖθεν ἐπὶ τῆς μεγάλης Φρυγίας ὁδεύσαντες εἰς Ἔφεσον ἀφίκοντο, πάλιν δὲ ἐξ Ἐφέσου διέπλευσαν εἰς Σάμον.
24
πολλαὶ μὲν οὖν καὶ κατὰ πόλιν ἑκάστην εὐεργεσίαι τῷ βασιλεῖ κατὰ τὰς χρείας τῶν ἐντυγχανόντων ἐγένοντο· καὶ γὰρ αὐτὸς ὅσα διὰ χρημάτων ἦν ηπίξεως οὐ παρέλειπεν ἐξ αὐτοῦ τὰς δαπάνας ποιούμενος καὶ τῶν παρὰ Ἀγρίππα τισὶν ἐπιζητουμένων μεσίτης ἦν καὶ διεπράττετο μηδενὸς ἀτυχῆσαι τοὺς δεομένους.
25
ὄντος δὲ κἀκείνου χρηστοῦ καὶ μεγαλοψύχου πρὸς τὸ παρέχειν ὅσα τοῖς ἠξιωκόσιν ὠφέλιμα ὄντα μηδένα τῶν ἄλλων ἐλύπει, πλεῖστον ἡ τοῦ βασιλέως ἐποίει ῥοπὴ προτρέπουσα πρὸς τὰς εὐεργεσίας οὐ βραδύνοντα τὸν Ἀγρίππαν.