Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 16

301 Εὐρυκλῆς ἀπὸ Λακεδαίμονος οὐκ ἄσημος τῶν ἐκεῖ κακὸς δὲ τὴν ψυχὴν ἄνθρωπος καὶ περὶ τρυφὴν καὶ κολακείαν δεινὸς ἑκάτερον αὐτῶν ἔχειν τε καὶ μὴ δοκεῖν, ἐπιδημήσας ὡς τὸν Ἡρώδην δῶρά τε δίδωσιν αὐτῷ καὶ πλείω παρʼ ἐκείνου λαβὼν ταῖς εὐκαιρίαις τῶν ἐντεύξεων ἐπραγματεύσατο φίλος ἐν τοῖς μάλιστα γενέσθαι βασιλέως.
302 ἦν δʼ αὐτῷ καταγωγὴ μὲν ἐν τοῖς Ἀντιπάτρου, πρόσοδος δὲ καὶ συνήθεια πρὸς τὸν Ἀλέξανδρον· Ἀρχελάῳ γὰρ ἔλεγεν εἶναι τῷ Καππάδοκι διὰ σπουδῆς.
303 ὅθεν καὶ τὴν Γλαφύραν ὑπεκρίνατο τιμᾶν, καὶ πολὺς ἦν ἀφανῶς μὲν ἐκθεραπεύων ἅπαντας ἀεὶ δὲ τοῖς λαλουμένοις ἢ γινομένοις προσέχων, ὡς ἐξ αὐτῶν ἀντιχαρίζεσθαι τὰς διαβολάς.
304 τέλος δὲ τοιοῦτος ἑκάστῳ κατὰ τὰς συντυχίας ἀπέβαινεν, ὡς ἐκείνῳ μὲν εἶναι φίλος τοῖς δὲ ἄλλοις δοκεῖν κατὰ τὸ συμφέρον ἐκείνῳ προσεῖναι. οὗτος Ἀλέξανδρον παράγει νέον ὄντα καὶ περὶ ὧν ἐπεπόνθει μηδενὶ μὲν πρὸς ἐκεῖνον δὲ μόνον ἀδεῶς πεπεισμένον ἐξεῖναι λέγειν·
305 ἐνέφαινεν οὖν ἀχθόμενος, ὡς ὁ πατὴρ ἠλλοτρίωτο, καὶ τὰ περὶ τὴν μητέρα διηγεῖτο καὶ τὸν Ἀντίπατρον, ὅτι παρωθούμενος αὐτοὺς τῆς τιμῆς τὰ πάντα ἤδη δύναται. τούτων δὲ ἀνεκτὸν οὐδὲν ἔφη κατεσκευασμένου πρὸς μῖσος ἤδη τοῦ πατρός, ὡς μηδὲ συμποσίοις ἢ συλλόγοις ἀνέχεσθαι λέγων.
306 τοιαῦτα μὲν ἐκεῖνος, ὡς εἰκός, ἐφʼ οἷς ἤλγει· τοὺς δὲ λόγους Εὐρυκλῆς Ἀντιπάτρῳ τούτους ἀνέφερεν, λέγων μὲν ὡς οὐχ ἕνεκα σοῦ τοῦτʼ αὐτὸν ποιεῖν, νικᾶσθαι δὲ ὑπὸ σοῦ τιμώμενος τῷ μεγέθει τοῦ πράγματος καὶ φυλάττεσθαι παρακελευόμενος τὸν Ἀλέξανδρον· οὐ γὰρ ἀπαθῶς τούτων ἕκαστον λέγειν, ἀλλὰ τοῖς ῥήμασιν αὐτοῖς εἶναι τὴν αὐτοχειρίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme