Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 16

207 τοῦτο οὖν ἐκεῖνος ἀκούσας ὑπό τε νεότητος καὶ ζηλοτυπίας ἐξεκαίετο καὶ τὰ κατὰ τιμὴν εἰς τὴν παῖδα γινόμενα παρʼ Ἡρώδου, πολλάκις δʼ ἦσαν αἱ τοιαῦται φιλοφρονήσεις, ἐπὶ τὸ χεῖρον ἐλάμβανεν ἐξ ὑπονοιῶν διὰ τὸν ἐκπεσόντα λόγον.
208 οὐκ ἐκαρτέρησέν τε τὴν ὀδύνην τοῦ πράγματος, ἀλλὰ ἐλθὼν πρὸς τὸν πατέρα καταμηνύει τὰ ὑπὸ τοῦ Φερώρα ῥηθέντα μετὰ δακρύων. Ἡρώδης δὲ πολὺ μᾶλλον ἐκπαθὴς γενόμενος καὶ τὸ σὺν αἰσχύνῃ τῆς διαβολῆς ἐψευσμένον οὐ φέρων ἐτετάρακτο.
209 καὶ πολλάκις μὲν ὠδύρετο τὴν πονηρίαν τῶν οἰκείων οἷος εἰς αὐτοὺς γενόμενος οἵων τυγχάνοι, μεταπέμπεται δὲ τὸν Φερώραν καὶ προσονειδίσας κάκιστε πάντων, εἶπεν, εἰς τοῦτο τῆς ἀμέτρου καὶ περιττῆς ἦλθες ἀχαριστίας, ὡς τοιαῦτα μὲν περὶ ἡμῶν νοῆσαι, τοιαῦτα δὲ λαλεῖν;
210 ἆρʼ οὐχ ὁρῶ τὴν σὴν προαίρεσιν, ὡς οὐ βλασφημίας ἐστοχασμένος τοὺς τοιούτους λόγους τῷ παιδὶ προσήνεγκας, ἐπιβουλὴν δὲ καὶ φάρμακον αὐτοὺς ποιούμενος τῆς ἐμῆς ἀπωλείας; τίς γὰρ ἄν, εἰ μὴ δαιμόνων ἀγαθῶν ἔτυχεν, ὥσπερ οὗτος ὁ παῖς, ἠνέσχετο τὸν πατέρα μὴ τίσασθαι διὰ τοιαύτην ὑποψίαν;
211 πότερον δὲ λόγον εἰς τὴν ψυχὴν ἢ ξίφος εἰς τὴν δεξιὰν ἐμβαλεῖν αὐτῷ δοκεῖς κατὰ τοῦ γεγεννηκότος; τί δέ σοι βούλεται τὸ μισοῦντά τε αὐτὸν καὶ τὸν ἀδελφὸν αὐτοῦ πρὸς μόνην τὴν κατʼ ἐμοῦ βλασφημίαν εὔνοιαν ὑποκρίνασθαι καὶ περὶ τούτων λέγειν, ἃ τῆς σῆς ἀσεβείας ἦν καὶ νοῆσαι καὶ διαβαλεῖν;
212 ἔρρε κάκιστος εἰς εὐεργέτην καὶ ἀδελφὸν γενόμενος. καὶ σοὶ μὲν ἡ συνείδησις αὕτη συζήσειεν, ἐγὼ δὲ νικῴην ἀεὶ τοὺς ἐμοὺς μήτε ἀμυνόμενος κατʼ ἀξίαν καὶ μειζόνως εὐεργετῶν ἢ τυχεῖν εἰσι δίκαιοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme