Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 16

201 τοῦτο μὲν γὰρ ἡ Σαλώμη χαλεπὴ καὶ δύσνους οὖσα τοῖς ἐκ Μαριάμμης οὐδὲ τὴν ἑαυτῆς θυγατέρα συνοικοῦσαν Ἀριστοβούλῳ θατέρῳ τῶν νεανίσκων εἴα τῇ τοῦ γάμου πρὸς ἐκεῖνον εὐνοίᾳ χρῆσθαι, λέγειν τε εἴ τι λαλήσειεν κατʼ ἰδίαν ἀναπείθουσα καὶ μηνύειν ἑαυτῇ κἀν τοῖς προσκρούμασιν, οἷα συμβαίνει, πολλὰς ὑποψίας εἰσάγουσα.
202 διʼ ὧν αὐτὴ μὲν ἅπαντα τὰ κατʼ ἐκείνους ἐμάνθανεν, δύσνουν δὲ τὴν παῖδα τῷ νεανίσκῳ πεποιήκει.
203 χαριζομένη δʼ ἐκείνη τῇ μητρὶ πολλάκις ἔλεγεν, ὡς μέμνηνται μὲν ἰδιάζοντες ἐκεῖνοι τῆς Μαριάμμης, ἐστυγήκασι δὲ τὸν πατέρα, συνεχὲς δὲ διαπειλοῦσιν, εἰ τύχοιεν αὐτοί ποτε τῆς ἀρχῆς, τοὺς μὲν ἐκ τῶν ἄλλων γυναικῶν παῖδας Ἡρώδῃ γεγενημένους κωμογραμματεῖς καταστήσειν· ἁρμόσειν γὰρ εἰς τοιαύτην χρείαν τὸ νῦν ἐπιμελὲς αὐτῶν καὶ πρὸς παιδείαν ἐσπουδασμένον.
204 τὰς δὲ γυναῖκας, εἴ ποτε καὶ ταύτας ἴδοιεν τοῦ μητρῴου κόσμου μετειληφυίας, ἀντὶ τῆς παρούσης ἁβρότητος ἀπειλεῖν, ὡς τρύχεσιν ἠμφιεσμέναι καθειργοῦνται μηδὲ τὸν ἥλιον βλέπουσαι.
205 ταῦτʼ εὐθὺς ἀπηγγέλλετο διὰ τῆς Σαλώμης τῷ βασιλεῖ· κἀκεῖνος ἤκουεν μὲν ἀλγεινῶς, ἐπειρᾶτο δὲ διορθοῦν, ἐκακοῦτο δὲ ταῖς ὑποψίαις καὶ χείρων ἀεὶ γινόμενος ἅπασιν κατὰ πάντων ἐπίστευεν. οὐ μὴν ἀλλὰ τότε μὲν ἐπιπλήξας τοῖς παισὶν ἀπολογησαμένων ῥᾴων εἰς τὸν καιρὸν ἐγίνετο, ταῖς δʼ ἑξῆς πολὺ χείρω προσέπεσεν.
206 Ὁ γὰρ Φερώρας ἐλθὼν παρὰ τὸν Ἀλέξανδρον ἔχοντα τὴν Ἀρχελάου θυγατέρα Γλαφύραν, ὡς ἐδηλώσαμεν, Σαλώμης ἔφη λεγούσης ἀκηκοέναι τὸν Ἡρώδην ἡττῆσθαι τοῦ τῆς Γλαφύρας ἔρωτος καὶ δυσπαρηγόρητον αὐτῷ τὴν ἐπιθυμίαν εἶναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme