Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 16

173 ᾔτουν τε, ὅπως κἀγὼ ὁμοίως τοῖς ὑπὸ τοῦ Σεβαστοῦ καὶ Ἀγρίππα δοθεῖσιν τὴν ἐμὴν γνώμην βεβαιώσω. ὑμᾶς οὖν βούλομαι εἰδέναι ἐν τοῖς τοῦ Σεβαστοῦ καὶ Ἀγρίππα βουλήμασιν συνεπιτρέπειν αὐτοῖς χρῆσθαι καὶ ποιεῖν κατὰ τὰ πάτρια χωρὶς ἐμποδισμοῦ.
174 Ταῦτα μὲν οὖν παρεθέμην ἐξ ἀνάγκης, ἐπειδὴ μέλλουσιν αἱ τῶν ἡμετέρων πράξεων ἀναγραφαὶ τὸ πλέον εἰς τοὺς Ἕλληνας ἰέναι, δεικνὺς αὐτοῖς ὅτι πάσης τιμῆς ἄνωθεν ἐπιτυγχάνοντες οὐδὲν τῶν πατρίων ἐκωλύθημεν ὑπὸ τῶν ἀρχόντων πράττειν, ἀλλὰ καὶ συνεργούμεθα τὰ τῆς θρησκείας ἔχοντες καὶ τῶν εἰς τὸν θεὸν τιμῶν.
175 ποιοῦμαι δὲ πολλάκις αὐτῶν τὴν μνήμην ἐπιδιαλλάττων τὰ γένη καὶ τὰς ἐμπεφυκυίας τοῖς ἀλογίστοις ἡμῶν τε κἀκείνων μίσους αἰτίας ὑπεξαιρούμενος.
176 ἔθεσιν μὲν γὰρ οὐδέν ἐστιν γένος ὃ τοῖς αὐτοῖς ἀεὶ χρῆται καὶ κατὰ πόλεις ἔσθʼ ὅπη πολλῆς ἐγγιγνομένης τῆς διαφορᾶς· τὸ δίκαιον δὲ πᾶσιν ἀνθρώποις ὁμοίως ἐπιτηδεύοντες λυσιτελέστατον ὂν Ἕλλησίν τε καὶ βαρβάροις,
177 οὗ πλεῖστον οἱ παρʼ ἡμῖν νόμοι λόγον ἔχοντες ἅπασιν ἡμᾶς, εἰ καθαρῶς ἐμμένοιμεν αὐτοῖς, εὔνους καὶ φίλους ἀπεργάζονται.
178 διὸ καὶ ταῦτα παρʼ ἐκείνων ἡμῖν ἀπαιτητέον καὶ δέον οὐκ ἐν τῇ διαφορᾷ τῶν ἐπιτηδευμάτων οἴεσθαι τὸ ἀλλότριον, ἀλλʼ ἐν τῷ πρὸς καλοκαγαθίαν ἐπιτηδείως ἔχειν· τοῦτο γὰρ κοινὸν ἅπασιν καὶ μόνον ἱκανὸν διασώζειν τὸν τῶν ἀνθρώπων βίον. ἐπάνειμι δὲ πάλιν ἐπὶ τὰ συνεχῆ τῆς ἱστορίας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme