Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 16

4 τὸ δʼ ὥσπερ ὡρίσθη τότε χαλεπὴν καὶ παράνομον γενέσθαι τὴν κόλασιν ὑπερηφανίας ἐδόκει μέρος, οὐ βασιλικῶς ἀλλὰ τυραννικῶς αὐτοῦ καὶ πρὸς τὰ κοινὰ τῶν ἀρχομένων ὀλιγώρως θεῖναι τὴν τιμωρίαν νενοηκότος.
5 ταῦτα μὲν οὖν καθʼ ὁμοιότητα τοῦ λοιποῦ τρόπου γιγνόμενα μέρος ἦν τῶν διαβολῶν καὶ τῆς ἐπʼ αὐτῷ δυσνοίας.
6 Ἐν δὲ τούτῳ τῷ καιρῷ καὶ τὸν εἰς τὴν Ἰταλίαν πλοῦν ἐποιήσατο Καίσαρί τε συντυχεῖν ὁρμηθεὶς καὶ θεάσασθαι τοὺς παῖδας ἐν τῇ Ῥώμῃ διατρίβοντας. Καῖσαρ δὲ τά τε ἄλλα φιλοφρόνως αὐτὸν ἐξεδέξατο καὶ τοὺς παῖδας ὡς ἤδη τελειωθέντας ἐν τοῖς μαθήμασιν ἀπέδωκεν ἄγειν εἰς τὴν οἰκείαν.
7 ὡς δʼ ἧκον ἀπὸ τῆς Ἰταλίας, σπουδὴ περὶ τὰ μειράκια τῶν ὄχλων ἦν, καὶ περίοπτοι πᾶσιν ἐγεγόνεισαν τῷ τε μεγέθει τῆς περὶ αὐτοὺς τύχης κοσμούμενοι καὶ βασιλικοῦ κατὰ τὰς μορφὰς ἀξιώματος οὐκ ἀποδέοντες.
8 ἐπίφθονοί τε εὐθέως ἐδόκουν Σαλώμῃ τε τῇ τοῦ βασιλέως ἀδελφῇ καὶ τοῖς Μαριάμμην ταῖς διαβολαῖς κατηγωνισμένοις· οὗτοι γὰρ ᾤοντο δυναστευόντων αὐτῶν δίκην δώσειν τῶν εἰς τὴν μητέρα τὴν ἐκείνων παρανομηθέντων.
9 τὴν αὐτὴν οὖν ταύτην ὑπόθεσιν τοῦ δέους εἰς τὴν κατʼ ἐκείνων διαβολὴν μετέφερον λογοποιοῦντες οὐ καθʼ ἡδονὰς συνεῖναι τῷ πατρὶ διὰ τὸν τῆς μητρὸς θάνατον, ὡς μηδὲ ὅσιον εἶναι δοκεῖν ἐπὶ ταὐτὸν συνιέναι τῷ τῆς τεκούσης φονεῖ·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme