Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 16

 
αὐτὸς δὲ λήξαντος τοῦ πνεύματος εἰς Μιτυλήνην κἀκεῖθεν εἰς Βυζάντιον παρακομισθείς, ὡς ἤκουσεν ἐντὸς Κυανέων ἤδη πεπλευκέναι τὸν Ἀγρίππαν, μετέσπευδεν ὡς ἐνῆν.
 
καὶ περὶ Σινώπην τὴν ἐν Πόντῳ καταλαβὼν ἀπροσδόκητος μὲν ὤφθη ταῖς ναυσὶ προσπλέων, ἄσμενος δὲ ἐφάνη πολλαί τε φιλοφρονήσεις ἦσαν, ἅτε καὶ μεγίστην πίστιν εἰληφέναι δοκοῦντος εὐνοίας καὶ φιλοστοργίας τῆς εἰς αὐτὸν Ἀγρίππου, τοσοῦτον μὲν πλοῦν ἀνύσαντος τοῦ βασιλέως, οὐκ ἀπολειφθέντος δὲ τῆς ἐκείνου χρείας, ἣν μετὰ τοῦ καταλιπεῖν ἀρχὴν καὶ διοίκησιν οἰκείων πραγμάτων προυργιαιτέραν ἔθετο.
 
πᾶν γοῦν ἦν αὐτῷ κατὰ τὴν στρατείαν Ἡρώδης, ἔν τε τοῖς πραγματικοῖς συναγωνιστὴς κἀν τοῖς κατὰ μέρος σύμβουλος, ἡδὺς δὲ κἀν ταῖς ἀνέσεσι καὶ μόνος ἁπάντων κοινωνὸς ὀχληρῶν μὲν διὰ τὴν εὔνοιαν, ἡδέων δὲ διὰ τὴν τιμήν.
 
ὡς δʼ αὐτοῖς κατείργαστο καὶ τὰ περὶ τὸν Πόντον, ὧν ἕνεκεν Ἀγρίππας ἐστάλη, τὴν ἀνακομιδὴν οὐκέτʼ ἐδόκει ποιεῖσθαι πλέουσιν, ἀλλὰ διαμειψάμενοι τήν τε Παφλαγονίαν καὶ Καππαδοκίαν κἀκεῖθεν ἐπὶ τῆς μεγάλης Φρυγίας ὁδεύσαντες εἰς Ἔφεσον ἀφίκοντο, πάλιν δὲ ἐξ Ἐφέσου διέπλευσαν εἰς Σάμον.
 
πολλαὶ μὲν οὖν καὶ κατὰ πόλιν ἑκάστην εὐεργεσίαι τῷ βασιλεῖ κατὰ τὰς χρείας τῶν ἐντυγχανόντων ἐγένοντο· καὶ γὰρ αὐτὸς ὅσα διὰ χρημάτων ἦν ηπίξεως οὐ παρέλειπεν ἐξ αὐτοῦ τὰς δαπάνας ποιούμενος καὶ τῶν παρὰ Ἀγρίππα τισὶν ἐπιζητουμένων μεσίτης ἦν καὶ διεπράττετο μηδενὸς ἀτυχῆσαι τοὺς δεομένους.
 
ὄντος δὲ κἀκείνου χρηστοῦ καὶ μεγαλοψύχου πρὸς τὸ παρέχειν ὅσα τοῖς ἠξιωκόσιν ὠφέλιμα ὄντα μηδένα τῶν ἄλλων ἐλύπει, πλεῖστον ἡ τοῦ βασιλέως ἐποίει ῥοπὴ προτρέπουσα πρὸς τὰς εὐεργεσίας οὐ βραδύνοντα τὸν Ἀγρίππαν.
 
Ἰλιεῦσι μέν γε αὐτὸν διήλλαξεν, διέλυσεν δὲ Χίοις τὰ πρὸς τοὺς Καίσαρος ἐπιτρόπους χρήματα καὶ τῶν εἰσφορῶν ἀπήλλαξεν, τοῖς δὲ ἄλλοις καθὸ δεηθεῖεν ἕκαστοι παρίστατο.
 
Τότε δὲ περὶ τὴν Ἰωνίαν αὐτῶν γενομένων πολὺ πλῆθος Ἰουδαίων, ὃ τὰς πόλεις ᾤκει, προσῄει καιροῦ καὶ παρρησίας ἐπειλημμένοι, καὶ τὰς ἐπηρείας ἔλεγον, ἃς ἐπηρεάζοντο μήτε νόμοις οἰκείοις ἐώμενοι χρῆσθαι δίκας τε ἀναγκαζόμενοι διδόναι κατʼ ἐπήρειαν τῶν εὐθυνόντων ἐν ἱεραῖς ἡμέραις,
 
καὶ τῶν εἰς Ἱεροσόλυμα χρημάτων ἀνατιθεμένων ἀφαιροῖντο στρατειῶν καὶ λειτουργιῶν ἀναγκαζόμενοι κοινωνεῖν καὶ πρὸς ταῦτα δαπανᾶν τῶν ἱερῶν χρημάτων, ὧν ἀφείθησαν αἰεὶ Ῥωμαίων αὐτοῖς ἐπιτρεψάντων κατὰ τοὺς οἰκείους ζῆν νόμους.
 
τοιαῦτα καταβοώντων παρεστήσατο μὲν ὁ βασιλεὺς ἀκοῦσαι τὸν Ἀγρίππαν αὐτῶν δικαιολογουμένων, Νικόλαον δέ τινα τῶν αὐτοῦ φίλων ἔδωκεν εἰπεῖν ὑπὲρ αὐτῶν τὰ δίκαια.
 
τοῦ δὲ Ἀγρίππου Ῥωμαίων τε τοὺς ἐν τέλει καὶ βασιλέων καὶ δυναστῶν τοὺς παρόντας αὐτῷ συνέδρους ποιησαμένου καταστὰς ὁ Νικόλαος ὑπὲρ τῶν Ἰουδαίων ἔλεξεν·
 
Ἅπασι μὲν, ὦ μέγιστε Ἀγρίππα, τοῖς ἐν χρείᾳ γεγενημένοις ἀνάγκη καταφεύγειν ἐπὶ τοὺς ἀφελέσθαι τὰς ἐπηρείας αὐτῶν δυνησομένους, τοῖς δὲ νῦν ἐντυγχάνουσιν καὶ παρρησία·
 
τυχόντες γὰρ πρότερον ὑμῶν οἵους ηὔξαντο πολλάκις, τὸ μὴ τὰς χάριτας ἀφαιρεῖσθαι διʼ ὑμῶν αἰτοῦνται τῶν δεδωκότων, καὶ ταῦτα εἰληφότες μὲν αὐτὰς παρὰ τούτων, οἷς μόνοις διδόναι δύναμις, ἀφαιρούμενοι δʼ ὑπʼ οὐδενὸς κρείττονος, ἀλλʼ οὓς ἴσον ἔχειν αὐτοῖς ἀρχομένους ὁμοίως ὑμῶν ἴσασιν.
 
καίτοι γε εἴτε μεγάλων ἠξιώθησαν, ἔπαινός ἐστιν τῶν τετυχηκότων ὅτι τοσούτων παρέσχον αὑτοὺς ἀξίους, εἴτε μικρῶν, αἰσχρὸν μὴ καὶ ταῦτα βεβαιοῦν δεδωκότας.
 
οἵ γε μὴν ἐμποδὼν ὄντες καὶ πρὸς ἐπήρειαν χρώμενοι Ἰουδαίοις εὔδηλον ὡς ἄμφω ἀδικοῦσιν, τοὺς εἰληφότας, εἰ μὴ νομίζοιεν ἀγαθοὺς οἷς οἱ κρατοῦντες ἐμαρτύρησαν ἐν τῷ καὶ τοιαῦτα δεδωκέναι, καὶ τοὺς δεδωκότας, εἰ τὰς χάριτας αὐτῶν ἀβεβαίους ἀξιοῦσιν γενέσθαι.
 
εἰ δέ τις αὐτοὺς ἔροιτο δύο τούτων θάτερον ἐθέλοιεν ἂν ἀφαιρεθῆναι, τὸ ζῆν ἢ τὰ πάτρια ἔθη τὰς πομπὰς τὰς θυσίας τὰς ἑορτάς, ἃς τοῖς νομιζομένοις προσάγουσι θεοῖς, εὖ οἶδʼ, ὅτι πάντα μᾶλλον αἱρήσονται παθεῖν ἢ καταλῦσαί τι τῶν πατρίων·
 
καὶ γὰρ τοὺς πολέμους οἱ πολλοὶ διὰ ταῦτα αἱροῦνται φυλαττόμενοι μὴ παραβαίνειν αὐτά, καὶ τὴν εὐδαιμονίαν, ἣν νῦν τὸ σύμπαν τῶν ἀνθρώπων γένος διʼ ὑμᾶς ἔχει, τούτῳ μετροῦμεν τῷ ἐξεῖναι κατὰ χώραν ἑκάστοις τὰ οἰκεῖα τιμῶσιν αὔξειν καὶ διαζῆν.
 
τοῦτο μὲν οὖν οὐκ ἂν αὐτοὶ παθεῖν ἑλόμενοι βιάζονται δρᾶν κατʼ ἄλλων ὥσπερ οὐχ ὁμοίως ἀσεβοῦντες, εἴτε τῶν οἰκείων εἰς θεοὺς ὁσίων ἀμελοῖεν, εἴτε τὰ οἰκεῖα τισὶν ἀνοσίως καταλύοιεν.
 
τόδʼ ἕτερον δʼ ἤδη σκοπήσομεν· ἔστι τις δῆμος ἢ πόλις ἢ κοινὸν ἔθνος ἀνθρώπων, οἷς οὐ μέγιστον ἀγαθῶν πέφυκε προστασία τῆς ὑμετέρας ἀρχῆς καὶ τὸ Ῥωμαϊκὸν κράτος; ἐθέλοι δʼ ἄν τις ἀκύρους τὰς ἐντεῦθεν εἶναι χάριτας;
 
οὐδεὶς οὐδὲ μαινόμενος· οὐδὲ γὰρ εἰσὶν οἱ μὴ μετέχοντες αὐτῶν ἰδίᾳ καὶ κοινῇ. καὶ μὴν οἱ τινὰς ὧν ὑμεῖς ἔδοτε παραιρούμενοι βέβαιον οὐδʼ αὐτοῖς οὐδὲν ὧν διʼ ὑμᾶς ἔχουσιν ὑπολείπονται.
 
καίτοι τὰς μὲν τούτων χάριτας οὐδὲ μετρῆσαι δυνατόν ἐστιν· εἰ γὰρ ἐκλογίσαιντο τὴν πάλαι βασιλείαν καὶ τὴν νῦν ἀρχήν, πολλῶν ὄντων ὅσα πρὸς εὐδαιμονίαν αὐτοῖς ἐπέδωκεν, ἔτι κατὰ πάντων ἀρκεῖ τὸ μηκέτι δούλους ἀλλʼ ἐλευθέρους φαίνεσθαι.
 
τὰ δʼ ἡμέτερα καὶ λαμπρῶς πραττόντων οὐκ ἔστιν ἐπίφθονα· διʼ ὑμᾶς γὰρ καὶ μετὰ πάντων εὐτυχοῦμεν καὶ τούτου μόνου μετέχειν ἠξιώσαμεν, ἀκωλύτως τὴν πάτριον εὐσέβειαν διαφυλάττειν, ὃ καὶ καθʼ αὑτὸ δόξειεν οὐκ ἐπίφθονον καὶ πρὸς τῶν συγχωρούντων εἶναι·
 
τὸ γὰρ θεῖον, εἰ χαίρει τιμώμενον, χαίρει τοῖς ἐπιτρέπουσι τιμᾶν, ἐθῶν τε τῶν ἡμετέρων ἀπάνθρωπον μὲν οὐδέν ἐστιν, εὐσεβῆ δὲ πάντα καὶ τῇ συνήθει δικαιοσύνῃ συγκαθωσιωμένα.
 
καὶ οὔτε ἀποκρυπτόμεθα τὰ παραγγέλματα, οἷς χρώμεθα πρὸς τὸν βίον ὑπομνήμασιν τῆς εὐσεβείας καὶ τῶν ἀνθρωπίνων ἐπιτηδευμάτων, τήν τε ἑβδόμην τῶν ἡμερῶν ἀνίεμεν τῇ μαθήσει τῶν ἡμετέρων ἐθῶν καὶ νόμου, μελέτην ὥσπερ ἄλλου τινὸς καὶ τούτων ἀξιοῦντες εἶναι διʼ ὧν οὐχ ἁμαρτησόμεθα.
 
καλὰ μὲν οὖν, ἐὰν ἐξετάζῃ τις καὶ καθʼ αὑτὰ τὰ ἔθη, παλαιὰ δʼ ἡμῖν, κἂν μή τισιν δοκῇ, ὥστʼ αὐτῶν καὶ τὸ τοῦ χρόνου τιμητὸν δυσαποδίδακτον εἶναι τοῖς ὁσίως παρειληφόσιν καὶ διαφυλάττουσιν.
 
τούτων ἡμᾶς ἀφαιροῦνται κατʼ ἐπήρειαν, χρήματα μὲν ἃ τῷ θεῷ συμφέρομεν ἐπώνυμα διαφθείροντες καὶ φανερῶς ἱεροσυλοῦντες, τέλη δʼ ἐπιτιθέντες κἀν ταῖς ἑορταῖς ἄγοντες ἐπὶ δικαστήρια καὶ πραγματείας ἄλλας, οὐ κατὰ χρείαν τῶν συναλλαγμάτων, ἀλλὰ κατʼ ἐπήρειαν τῆς θρησκείας, ἣν συνίσασιν ἡμῖν, μῖσος οὐ δίκαιον οὐδʼ αὐτεξούσιον αὐτοῖς πεπονθότες.
 
ἡ γὰρ ὑμετέρα κατὰ πάντων ἀρχὴ γενομένη μία τὴν μὲν εὔνοιαν ἐνεργὸν τὴν δὲ δύσνοιαν ἄνεργον ποιεῖ τοῖς τὸ τοιοῦτον ἀντʼ ἐκείνου προαιρουμένοις.
 
ταῦτʼ οὖν ἀξιοῦμεν, ὦ μέγιστε Ἀγρίππα, μὴ κακῶς πάσχειν μηδʼ ἐπηρεάζεσθαι μηδὲ κωλύεσθαι τοῖς ἔθεσι χρῆσθαι τοῖς ἡμετέροις μηδʼ ἀφαιρεῖσθαι τῶν ὄντων μηδʼ ἃ μὴ βιαζόμεθα τούτους ὑπὸ τούτων βιάζεσθαι· καὶ γὰρ οὐ δίκαια μόνον ἐστίν, ἀλλὰ καὶ ὑφʼ ὑμῶν δεδομένα πρότερον.
 
ἔτι καὶ δυναίμεθʼ ἂν πολλὰ δόγματα τῆς συγκλήτου καὶ τὰς ἐν τῷ Καπετωλίῳ κειμένας δέλτους ὑπὲρ τούτων ἀναγινώσκειν, ἃ δῆλον μὲν ὡς μετὰ πεῖραν τῆς ἡμετέρας εἰς ὑμᾶς πίστεως ἐδόθη, κύρια δὲ κἂν εἰ μηδενὸς ὕπαρξιν ἐχαρίσασθε.
 
σχεδὸν γὰρ οὐ μόνοις ἡμῖν ἀλλὰ πᾶσιν ἀνθρώποις τὰ μὲν ὄντα φυλάξαντες, μείζω δὲ τῶν ἐλπισθέντων προσθέντες εὐεργετεῖτε τῷ κρατεῖν, καὶ δύναιτʼ ἄν τις ἐπεξιὼν τὰς ἑκάστων εὐτυχίας, ἃς διʼ ὑμῶν ἔχουσιν, ἀπερίληπτον ποιῆσαι τὸν λόγον.
 
ἵνα μέντοι καὶ δικαίως ἁπάντων αὐτῶν τυγχάνοντας ἑαυτοὺς ἐπιδείξωμεν, ἀρκεῖ πρὸς παρρησίαν ἡμῖν τὰ πρότερον σιωπήσασιν τὸν βασιλεύοντα νῦν ἡμῶν καὶ σοὶ παρακαθεζόμενον εἰπεῖν.
 
ᾧ ποία μὲν εὔνοια πρὸς τὸν ὑμέτερον οἶκον παραλέλειπται; ποία δὲ πίστις ἐνδεής ἐστιν; τίς δὲ οὐ νενόηται τιμή; ποία δὲ χρεία μὴ εἰς πρῶτον ὁρᾷ; τί δὴ κωλύει καὶ τὰς ἡμετέρας χάριτας τῶν εἰς τοσούτων εὐεργεσιῶν ἀριθμὸν εἶναι;
 
καλὸν δʼ ἴσως μηδὲ τὴν τοῦ πατρὸς Ἀντιπάτρου παραλιπεῖν ἀνδραγαθίαν ἀμνημόνευτον, ὃς εἰς Αἴγυπτον εἰσβεβληκότος Καίσαρος δισχιλίοις ὁπλίταις βοηθήσας οὔτʼ ἐν τοῖς κατὰ γῆν ἀγῶσιν οὔθʼ ὅτε νεῶν ἔδει δεύτερος ἐξητάζετο.
 
καὶ τί δεῖ λέγειν, ὅσην ἐκεῖνοι παρέσχον ῥοπὴν τῷ τότε καιρῷ καὶ πόσων καὶ τίνων δωρεῶν ὑπὸ Καίσαρος ἠξιώθησαν καθʼ ἕνα, δέον ἀναμνῆσαι τῶν ἐπιστολῶν, ἃς ἔγραψεν τότε Καῖσαρ τῇ συγκλήτῳ, καὶ ὡς δημοσίᾳ τιμὰς καὶ πολιτείαν ἔλαβεν Ἀντίπατρος;
 
ἀρκέσει γὰρ ταῦτα τὰ τεκμήρια τοῦ καὶ τὰς χάριτας ἡμᾶς κατʼ ἀξίαν ἔχειν καὶ παρὰ σοῦ τὸ βέβαιον αὐτῶν αἰτεῖν, παρʼ οὗ καὶ μὴ πρότερον δοθείσας ἦν ἐλπίσαι τὴν τοῦ βασιλέως πρὸς ὑμᾶς διάθεσιν καὶ τὴν ὑμετέραν πρὸς αὐτὸν ὁρῶσιν.
 
ἀπαγγέλλεται δʼ ἡμῖν ὑπὸ τῶν ἐκεῖ Ἰουδαίων, ὡς μὲν ἐπέβης τῆς χώρας εὐμενής, ὡς δὲ ἀπέδωκας τῷ θεῷ τέλεια θύματα τιμῶν αὐτὸν ἐπὶ τελείαις εὐχαῖς, ὡς δὲ τὸν δῆμον εἱστίασας καὶ τὰ παρʼ ἐκείνου ξένια προσήκω.
 
ταῦτα γὰρ πάντα καὶ ἔθνει καὶ πόλει πρὸς ἄνδρα τοσούτων ἐπιστατοῦντα πραγμάτων δεξιώματα καὶ σύμβολα φιλίας χρὴ δοκεῖν, ἣν ἀπέδωκας τῷ Ἰουδαίων ἔθνει τῆς Ἡρώδου προξενούσης αὐτὴν ἑστίας.
 
τούτων ὑπομιμνήσκοντές σε καὶ αὐτοῦ τοῦ παρόντος καὶ συγκαθεζομένου βασιλέως ἠξιώκαμεν περιττὸν οὐδέν, ἃ δʼ αὐτοὶ δεδώκατε ταῦθʼ ὑπʼ ἄλλων μὴ περιιδεῖν ἀφαιρουμένους.
 
Τοιαῦτα μὲν τοῦ Νικολάου διελθόντος ἐγένετο οὐδεμία τῶν Ἑλλήνων ἀντικατάστασις· οὐδὲ γὰρ ὡς ἐν δικαστηρίῳ περὶ τῶν προκειμένων διελάμβανον, ἀλλʼ ἦν ἔντευξις ὧν ἐβιάζοντο.
 
κἀκείνων ἀπολογία μὲν οὐδεμία τοῦ μὴ ταῦτα ποιεῖν, πρόφασις δέ, ὡς τὴν χώραν αὐτῶν νεμόμενοι πάντα νῦν ἀδικοῖεν. οἱ δὲ ἐγγενεῖς τε αὑτοὺς ἐδείκνυσαν κἀν τῷ τὰ οἰκεῖα τιμᾶν μηδὲν λυποῦντες οἰκεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme