Book 16
93
τοῖς δʼ οὐχ ὑπὲρ τῆς ἀρχῆς τὸ πλέον, ἀλλʼ εἰ καὶ ταύτης στεροῖντο καὶ τοῦ ζῆν ἐλάττων λόγος, εἰ μόνον ἀποκτεῖναι τὸν πατέρα δυνηθεῖεν· οὕτως ἄγριόν τι καὶ μιαρὸν ἐντετηκέναι ταῖς ψυχαῖς αὐτῶν μῖσος. καὶ ταύτην τὴν ἀτυχίαν αὐτὸς ἐκ μακροῦ φέρων ἀναγκασθῆναι νῦν ἐξηγεῖσθαι Καίσαρι καὶ μιαίνειν αὐτοῦ τὰς ἀκοὰς τοιούτοις λόγοις.
94
καίτοι τί μὲν εἴησαν παθόντες ἐξ αὐτοῦ δυσχερές; ἐπὶ τίνι δὲ μέμφονται βαρὺν ὄντα; πῶς δʼ οἷόν τε καὶ δίκαιον ἣν αὐτὸς ἐκτήσατο πολλοῖς πόνοις καὶ κινδύνοις ἀρχήν, ταύτης οὐκ ἐᾶν κύριον εἶναι κρατεῖν τε καὶ διδόναι τῷ κατʼ ἀξίαν;
95
ὡς τοῦτό γε μετὰ τῶν ἄλλων ἆθλον εὐσεβείας ἐκτίθεται τῷ μέλλοντι πρὸς τὸν ποτὲ γενήσεσθαι τοιούτῳ τὴν ἐπιμέλειαν, ἅτε καὶ τῆς ἀμοιβῆς τοσῆσδε οὔσης ἐπιτυγχάνειν.
96
ὅτι δὲ μηδὲ εὐσεβὲς αὐτοῖς ὑπὲρ τούτου πολυπραγμονεῖν, εὔδηλον· ὁ γὰρ ἀεί τι περὶ τῆς βασιλείας ἐνθυμούμενος συγκαταλογίζεται τὸν θάνατον τοῦ γεγεννηκότος, μεθʼ ὃν ἄλλως οὐκ ἔστιν τὴν ἀρχὴν παραλαβεῖν.
97
αὐτὸς δʼ ὅσα βασιλευομένοις καὶ βασιλέως παισὶν οὐχ ὑστέρησεν μέχρι νῦν ἀποδιδούς, οὐ κόσμον, οὐχ ὑπηρεσίαν, οὐ τρυφήν, ἀλλὰ καὶ γάμους τοὺς ἐπισημοτάτους παρεσχῆσθαι, τῷ μὲν ἐκ τῆς ἀδελφῆς, Ἀλεξάνδρῳ δὲ τὴν Ἀρχελάου τοῦ βασιλέως θυγατέρα συνοικίσας,
98
τὸ δὲ μέγιστον οὐδʼ ἐπὶ τοιούτοις ἣν εἶχεν ἐξουσίαν ταύτῃ κατʼ αὐτῶν χρησάμενος ἀγαγεῖν ἐπὶ τὸν κοινὸν εὐεργέτην Καίσαρα, καὶ παρελόμενον αὑτοῦ πᾶν, ὅσον ἢ πατὴρ ἀσεβούμενος ἢ βασιλεὺς ἐπιβουλευόμενος δύναται, κρίσεως ἰσοτιμίᾳ παρεστακέναι·