Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 16

88 ἤχθετο δὲ τῷ μὴ παρεῖναι μηδὲ ἔχειν ἐξ εὐκαίρου διαβάλλειν ἀεὶ τοὺς ἀδελφούς, καὶ μᾶλλον ἐδεδοίκει μεταβολὴν τοῦ πατρός, εἴ τι καὶ καθʼ αὑτὸν ἀξιώσει ἐπιεικέστερον εἰς τοὺς ἐκ τῆς Μαριάμμης φρονεῖν.
89 ταῦτα δὲ διʼ ἐννοίας ἔχων οὐκ ἀφίστατο τῆς ἑαυτοῦ προαιρέσεως, ἀλλὰ κἀκεῖθεν, ὅτε ἀνιάσειν τι καὶ παροξυνεῖν ἤλπιζεν τὸν πατέρα κατὰ τῶν ἀδελφῶν, συνεχῶς ἐπέστελλεν, πρόφασιν μὲν ὡς ὑπεραγωνιῶν αὐτοῦ, τὸ δὲ ἀληθὲς ἀφʼ ἧς εἶχεν ἐν φύσει κακοηθείας τὴν ἐλπίδα μεγάλην καὶ καθʼ ἑαυτὴν οὖσαν ἐμπορευόμενος,
90 ἕως εἰς τοῦτο προήγαγεν τὸν Ἡρώδην ὀργῆς καὶ δυσφημίας, ὡς ἤδη μὲν ἔχων δυσμενῶς τοῖς μειρακίοις, ἐν δὲ κατοκνεῖν εἰς τοιοῦτον ἐμβῆναι πάθος, ὡς μήτʼ ἀμελῶν μήτʼ ἐκ προπετείας ἁμαρτάνοι, κρεῖττον ἡγήσατο πλεύσας εἰς Ῥώμην ἐκεῖ τῶν παίδων κατηγορεῖν παρὰ Καίσαρι, καὶ μηδὲν αὑτῷ τοιοῦτον ἐπιτρέπειν, ὃ καὶ διὰ μέγεθος τῆς ἀσεβείας ὕποπτον ἦν.
91 ὡς δὲ ἀνῆλθεν εἰς τὴν Ῥώμην, ἐγένετο μὲν μέχρι τῆς Ἀκυληίας πόλεως Καίσαρι συντυχεῖν ἐπειγόμενος, ἐλθὼν δʼ εἰς λόγους καὶ καιρὸν αἰτησάμενος ἐπὶ μεγάλοις οἷς ἐδόκει δυστυχεῖν παρεστήσατο μὲν τοὺς παῖδας, ᾐτιᾶτο δὲ τῆς ἀπονοίας καὶ τῆς ἐπιχειρήσεως,
92 ὡς ἐχθρῶς ἔχουσιν ἅπαντα τρόπον ἐσπουδακότες μισεῖν τὸν ἑαυτῶν πατέρα μεταχειρίσασθαι καὶ τὴν βασιλείαν ὠμοτάτῳ τρόπῳ παραλαβεῖν· ὁ δʼ οὐδὲ θνήσκων ἐξ ἀνάγκης μᾶλλον ἢ κρίσει παραδοῦναι τῷ διαμείναντι πρὸς αὐτὸν εὐσεβεστέρῳ παρὰ Καίσαρος ἐξουσίαν ἔχοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme