Book 16
66
Προύβαινε δʼ ἀεὶ τὰ κατὰ τὴν στάσιν τῆς οἰκίας καὶ χαλεπωτέραν ἐλάμβανε τὴν ἐπίδοσιν, ἀντιμεταλαβούσης μὲν ὥσπερ ἐκ κληρονομίας τὸ κατὰ τῶν νεανίσκων μῖσος τῆς Σαλώμης καὶ πᾶν ὅσον εὐδοκιμήκει κατὰ τῆς μητρὸς αὐτῶν εἰς ἀπόνοιαν καὶ θράσος λαμβανούσης μηδένα τῶν ἐξ ἐκείνης καταλιπεῖν, ὃς δυνήσεται τιμωρῆσαι τῷ θανάτῳ τῆς διʼ αὐτὴν ἀνῃρημένης,
67
ἐχόντων δέ τι καὶ τῶν νεανίσκων θρασὺ καὶ δύσνουν εἰς τὸν γεγεννηκότα μνήμῃ τε τῆς μητρὸς οἷα πάθοι παρὰ τὴν ἀξίαν καὶ τῇ τοῦ κρατεῖν ἐπιθυμίᾳ.
68
πάλιν τε τὸ κακὸν ὅμοιον ἐγεγόνει τοῖς πρώτοις, βλασφημίαι μὲν ἐξ ἐκείνων εἴς τε τὴν Σαλώμην καὶ τὸν Φερώραν, κακοήθειαι δὲ τούτων εἰς τὰ μειράκια καὶ μετὰ πραγματείας ἐπιβουλή·
69
τὸ μὲν γὰρ μῖσος ἴσον ἦν ἐξ ἀλλήλων, ὁ δὲ τρόπος τοῦ μισεῖν οὐχ ὅμοιος· ἀλλʼ οἱ μὲν ἐν τῷ φανερῷ λοιδορηθῆναι καὶ προσονειδίσαι προπετεῖς εὐγενὲς ὑπὸ τῆς ἀπειρίας οἰόμενοι τὸ τῆς ὀργῆς ἀνυπόστολον, οἱ δʼ οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ πραγματικῶς καὶ κακοήθως ἐχρῶντο ταῖς διαβολαῖς, προέλκοντες ἀεὶ τὰ μειράκια καὶ τὸ θρασὺ καταλογιζόμενοι βίαιον ἔσεσθαι πρὸς τὸν γεγεννηκότα.
70
τὸ γὰρ οὐκ αἰδεῖσθαι ταῖς τῆς μητρὸς ἁμαρτίαις οὐδʼ οἴεσθαι δίκαια παθεῖν ἐκείνην ἄσχετον εἶναι πρὸς τὸ μὴ τὸν αἴτιον δοκοῦντα τιμωρήσεσθαι καὶ διʼ αὐτοχειρίας.
71
τέλος οὖν ἀνεπλήσθη πᾶσα ἡ πόλις τῶν τοιούτων λόγων καὶ καθάπερ ἐν τοῖς ἀγωνίσμασιν ἠλεεῖτο μὲν ἡ τῶν μειρακίων ἀπειρία, κατίσχυεν δὲ ἡ τῆς Σαλώμης ἐπιμέλεια καὶ παρʼ αὐτῶν ἐκείνων τὰς ἀφορμὰς τοῦ μὴ ψευδῆ λέγειν ἐλάμβανεν.